previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἑκάβη

585 θύγατερ, οὐκ οἶδ᾽ εἰς τι βλέψω κακῶν,
πολλῶν παρόντων: ἢν γὰρ ἅψωμαί τινος,
τόδ᾽ οὐκ ἐᾷ με, παρακαλεῖ δ᾽ ἐκεῖθεν αὖ
λύπη τις ἄλλη διάδοχος κακῶν κακοῖς.
καὶ νῦν τὸ μὲν σὸν ὥστε μὴ στένειν πάθος
590οὐκ ἂν δυναίμην ἐξαλείψασθαι φρενός:
τὸ δ᾽ αὖ λίαν παρεῖλες ἀγγελθεῖσά μοι
γενναῖος. οὔκουν δεινόν, εἰ γῆ μὲν κακὴ
τυχοῦσα καιροῦ θεόθεν εὖ στάχυν φέρει,
χρηστὴ δ᾽ ἁμαρτοῦσ᾽ ὧν χρεὼν αὐτὴν τυχεῖν
595κακὸν δίδωσι καρπόν, ἀνθρώποις δ᾽ ἀεὶ
μὲν πονηρὸς οὐδὲν ἄλλο πλὴν κακός,
δ᾽ ἐσθλὸς ἐσθλός, οὐδὲ συμφορᾶς ὕπο
φύσιν διέφθειρ᾽, ἀλλὰ χρηστός ἐστ᾽ ἀεί;
ἆρ᾽ οἱ τεκόντες διαφέρουσιν τροφαί;
600ἔχει γε μέντοι καὶ τὸ θρεφθῆναι καλῶς
δίδαξιν ἐσθλοῦ: τοῦτο δ᾽ ἤν τις εὖ μάθῃ,
οἶδεν τό γ᾽ αἰσχρόν, κανόνι τοῦ καλοῦ μαθών.
καὶ ταῦτα μὲν δὴ νοῦς ἐτόξευσεν μάτην:

σὺ δ᾽ ἐλθὲ καὶ σήμηνον Ἀργείοις τάδε,
605μὴ θιγγάνειν μοι μηδέν᾽, ἀλλ᾽ εἴργειν ὄχλον,
τῆς παιδός. ἔν τοι μυρίῳ στρατεύματι
ἀκόλαστος ὄχλος ναυτική τ᾽ ἀναρχία
κρείσσων πυρός, κακὸς δ᾽ μή τι δρῶν κακόν.

σὺ δ᾽ αὖ λαβοῦσα τεῦχος, ἀρχαία λάτρι,
610βάψασ᾽ ἔνεγκε δεῦρο ποντίας ἁλός,
ὡς παῖδα λουτροῖς τοῖς πανυστάτοις ἐμήν,
νύμφην τ᾽ ἄνυμφον παρθένον τ᾽ ἀπάρθενον,
λούσω προθῶμαί θ᾽ὡς μὲν ἀξία, πόθεν;
οὐκ ἂν δυναίμην: ὡς δ᾽ ἔχωτί γὰρ πάθω; —
615κόσμον τ᾽ ἀγείρασ᾽ αἰχμαλωτίδων πάρα,
αἵ μοι πάρεδροι τῶνδ᾽ ἔσω σκηνωμάτων
ναίουσιν, εἴ τις τοὺς νεωστὶ δεσπότας
λαθοῦσ᾽ ἔχει τι κλέμμα τῶν αὑτῆς δόμων.
σχήματ᾽ οἴκων, ποτ᾽ εὐτυχεῖς δόμοι,
620 πλεῖστ᾽ ἔχων κάλλιστά τ᾽, εὐτεκνώτατε
Πρίαμε, γεραιά θ᾽ ἥδ᾽ ἐγὼ μήτηρ τέκνων,
ὡς ἐς τὸ μηδὲν ἥκομεν, φρονήματος
τοῦ πρὶν στερέντες. εἶτα δῆτ᾽ ὀγκούμεθα,
μέν τις ἡμῶν πλουσίοις ἐν δώμασιν,
625 δ᾽ ἐν πολίταις τίμιος κεκλημένος.
τὰ δ᾽ οὐδὲν ἄλλως, φροντίδων βουλεύματα
γλώσσης τε κόμποι. κεῖνος ὀλβιώτατος,
ὅτῳ κατ᾽ ἦμαρ τυγχάνει μηδὲν κακόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: