previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Θεοκλύμενος

1165 χαῖρε, πατρὸς μνῆμ᾽: ἐπ᾽ ἐξόδοισι γὰρ
ἔθαψα, Πρωτεῦ, σ᾽ ἕνεκ᾽ ἐμῆς προσρήσεως:
ἀεὶ δέ σ᾽ ἐξιών τε κἀσιὼν δόμους
Θεοκλύμενος παῖς ὅδε προσεννέπει, πάτερ.
ὑμεῖς μὲν οὖν κύνας τε καὶ θηρῶν βρόχους,
1170δμῶες, κομίζετ᾽ ἐς δόμους τυραννικούς:
ἐγὼ δ᾽ ἐμαυτὸν πόλλ᾽ ἐλοιδόρησα δή:
οὐ γάρ τι θανάτῳ τοὺς κακοὺς κολάζομεν;
καὶ νῦν πέπυσμαι φανερὸν Ἑλλήνων τινὰ
ἐς γῆν ἀφῖχθαι καὶ λεληθέναι σκοπούς,
1175ἤτοι κατόπτην κλοπαῖς θηρώμενον
Ἑλένην: θανεῖται δ᾽, ἤν γε δὴ ληφθῇ μόνον.
ἔα:
ἀλλ᾽, ὡς ἔοικε, πάντα διαπεπραγμένα
ηὕρηκα: τύμβου γὰρ κενὰς λιποῦσ᾽ ἕδρας
Τυνδαρὶς παῖς ἐκπεπόρθμευται χθονός.
1180ὠή, χαλᾶτε κλῇθρα: λύεθ᾽ ἱππικὰ
φάτνης, ὀπαδοί, κἀκκομίζεθ᾽ ἅρματα,
ὡς ἂν πόνου γ᾽ ἕκατι μὴ λάθῃ με γῆς
τῆσδ᾽ ἐκκομισθεῖσ᾽ ἄλοχος, ἧς ἐφίεμαι. —

ἐπίσχετ᾽: εἰσορῶ γὰρ οὓς διώκομεν
1185παρόντας ἐν δόμοισι κοὐ πεφευγότας.

αὕτη, τί πέπλους μέλανας ἐξήψω χροὸς
λευκῶν ἀμείψασ᾽ ἔκ τε κρατὸς εὐγενοῦς
κόμας σίδηρον ἐμβαλοῦσ᾽ ἀπέθρισας
χλωροῖς τε τέγγεις δάκρυσι σὴν παρηίδα
1190κλαίουσα; πότερον ἐννύχοις πεπεισμένη
στένεις ὀνείροις, φάτιν τιν᾽ οἴκοθεν
κλύουσα λύπῃ σὰς διέφθαρσαι φρένας;

Ἑλένη

δέσποτ᾽ἤδη γὰρ τόδ᾽ ὀνομάζω σ᾽ ἔπος
ὄλωλα: φροῦδα τἀμὰ κοὐδέν εἰμ᾽ ἔτι.

Θεοκλύμενος

1195ἐν τῷ δὲ κεῖσαι συμφορᾶς; τίς τύχη;

Ἑλένη

Μενέλαοςοἴμοι, πῶς φράσω; — τέθνηκέ μοι.

Θεοκλύμενος

οὐδέν τι χαίρω σοῖς λόγοις, τὰ δ᾽ εὐτυχῶ.
πῶς δ᾽ οἶσθα; μῶν σοι Θεονόη λέγει τάδε;

Ἑλένη

κείνη τε φησὶν τε παρὼν ὅτ᾽ ὤλλυτο.

Θεοκλύμενος

1200ἥκει γὰρ ὅστις καὶ τάδ᾽ ἀγγέλλει σαφῆ;

Ἑλένη

ἥκει: μόλοι γὰρ οἷ σφ᾽ ἐγὼ χρῄζω μολεῖν.

Θεοκλύμενος

τίς ἐστι; ποῦ 'στιν; ἵνα σαφέστερον μάθω.

Ἑλένη

ὅδ᾽ ὃς κάθηται τῷδ᾽ ὑποπτήξας τάφῳ.

Θεοκλύμενος

Ἄπολλον, ὡς ἐσθῆτι δυσμόρφῳ πρέπει.

Ἑλένη

1205οἴμοι, δοκῶ μὲν κἀμὸν ὧδ᾽ ἔχειν πόσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: