previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Θεοκλύμενος

χώρει σὺ καὶ ναῦν τοῖσδε πεντηκόντορον
Σιδωνίαν δὸς κἀρετμῶν ἐπιστάτας.

Ἑλένη

οὔκουν ὅδ᾽ ἄρξει ναὸς ὃς κοσμεῖ τάφον;

Θεοκλύμενος

1415μάλιστ᾽: ἀκούειν τοῦδε χρὴ ναύτας ἐμούς.

Ἑλένη

αὖθις κέλευσον, ἵνα σαφῶς μάθωσί σου.

Θεοκλύμενος

αὖθις κελεύω καὶ τρίτον γ᾽, εἴ σοι φίλον.

Ἑλένη

ὄναιο: κἀγὼ τῶν ἐμῶν βουλευμάτων.

Θεοκλύμενος

μή νυν ἄγαν σὸν δάκρυσιν ἐκτήξῃς χρόα.

Ἑλένη

1420ἥδ᾽ ἡμέρα σοι τὴν ἐμὴν δείξει χάριν.

Θεοκλύμενος

τὰ τῶν θανόντων οὐδέν, ἀλλ᾽ ἄλλως πόνος.

Ἑλένη

ἔστιν τι κἀκεῖ κἀνθάδ᾽ ὧν ἐγὼ λέγω.

Θεοκλύμενος

οὐδὲν κακίω Μενέλεώ μ᾽ ἕξεις πόσιν.

Ἑλένη

οὐδὲν σὺ μεμπτός: τῆς τύχης με δεῖ μόνον.

Θεοκλύμενος

1425ἐν σοὶ τόδ᾽, ἢν σὴν εἰς ἔμ᾽ εὔνοιαν διδῷς.

Ἑλένη

οὐ νῦν διδαξόμεσθα τοὺς φίλους φιλεῖν.

Θεοκλύμενος

βούλῃ ξυνεργῶν αὐτὸς ἐκπέμψω στόλον;

Ἑλένη

ἥκιστα: μὴ δούλευε σοῖς δούλοις, ἄναξ.

Θεοκλύμενος

ἀλλ᾽ εἶα: τοὺς μὲν Πελοπιδῶν ἐῶ νόμους:
1430καθαρὰ γὰρ ἡμῖν δώματ᾽: οὐ γὰρ ἐνθάδε
ψυχὴν ἀφῆκε Μενέλεως: ἴτω δέ τις
φράσων ὑπάρχοις τοῖς ἐμοῖς φέρειν γάμων
ἀγάλματ᾽ οἴκους εἰς ἐμούς: πᾶσαν δὲ χρὴ
γαῖαν βοᾶσθαι μακαρίαις ὑμνῳδίαις
1435ὑμέναιον Ἑλένης κἀμόν, ὡς ζηλωτὸς .
σὺ δ᾽, ξέν᾽, ἐλθών, πελαγίους ἐς ἀγκάλας
τῷ τῆσδε πρίν ποτ᾽ ὄντι δοὺς πόσει τάδε,
πάλιν πρὸς οἴκους σπεῦδ᾽ ἐμὴν δάμαρτ᾽ ἔχων,
ὡς τοὺς γάμους τοὺς τῆσδε συνδαίσας ἐμοὶ
1440στέλλῃ πρὸς οἴκους μένων εὐδαιμονῇς.

Μενελέως

Ζεῦ, πατήρ τε καὶ σοφὸς κλῄζῃ θεός,
βλέψον πρὸς ἡμᾶς καὶ μετάστησον κακῶν.
ἕλκουσι δ᾽ ἡμῖν πρὸς λέπας τὰς συμφορὰς
σπουδῇ σύναψαι: κἂν ἄκρᾳ θίγῃς χερί,
1445ἥξομεν ἵν᾽ ἐλθεῖν βουλόμεσθα τῆς τύχης.
ἅλις δὲ μόχθων οὓς ἐμοχθοῦμεν πάρος.
κέκλησθέ μοι, θεοί, πολλά χρήσθ᾽ ἐμοῦ κλύειν
καὶ λύπρ᾽: ὀφείλω δ᾽ οὐκ ἀεὶ πράσσειν κακῶς,
ὀρθῷ δὲ βῆναι ποδί: μίαν δέ μοι χάριν
1450δόντες τὸ λοιπὸν εὐτυχῆ με θήσετε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: