previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἑλένη

115 καὶ γυναῖκα Σπαρτιᾶτιν εἵλετε;

Τεῦκρος

Μενέλαος αὐτὴν ἦγ᾽ ἐπισπάσας κόμης.

Ἑλένη

εἶδες σὺ τὴν δύστηνον; κλύων λέγεις;

Τεῦκρος

ὥσπερ γε σέ, οὐδὲν ἧσσον, ὀφθαλμοῖς ὁρῶ.

Ἑλένη

σκοπεῖτε μὴ δόκησιν εἴχετ᾽ ἐκ θεῶν.

Τεῦκρος

120ἄλλου λόγου μέμνησο, μὴ κείνης ἔτι.

Ἑλένη

οὕτω δοκεῖτε τὴν δόκησιν ἀσφαλῆ;

Τεῦκρος

αὐτὸς γὰρ ὄσσοις εἰδόμην: καὶ νοῦς ὁρᾷ.

Ἑλένη

ἤδη δ᾽ ἐν οἴκοις σὺν δάμαρτι Μενέλεως;

Τεῦκρος

οὔκουν ἐν Ἄργει γ᾽ οὐδ᾽ ἐπ᾽ Εὐρώτα ῥοαῖς.

Ἑλένη

125αἰαῖ: κακὸν τόδ᾽ εἶπας οἷς κακὸν λέγεις.

Τεῦκρος

ὡς κεῖνος ἀφανὴς σὺν δάμαρτι κλῄζεται.

Ἑλένη

οὐ πᾶσι πορθμὸς αὑτὸς Ἀργείοισιν ἦν;

Τεῦκρος

ἦν, ἀλλὰ χειμὼν ἄλλοσ᾽ ἄλλον ὥρισεν.

Ἑλένη

ποίοισιν ἐν νώτοισι ποντίας ἁλός;

Τεῦκρος

130μέσον περῶσι πέλαγος Αἰγαίου πόρου.

Ἑλένη

κἀκ τοῦδε Μενέλαν οὔτις εἶδ᾽ ἀφιγμένον;

Τεῦκρος

οὐδείς: θανὼν δὲ κλῄζεται καθ᾽ Ἑλλάδα.

Ἑλένη

ἀπωλόμεσθα: Θεστιὰς δ᾽ ἔστιν κόρη;

Τεῦκρος

Λήδαν ἔλεξας; οἴχεται θανοῦσα δή.

Ἑλένη

135οὔ πού νιν Ἑλένης αἰσχρὸν ὤλεσεν κλέος;

Τεῦκρος

φασίν, βρόχῳ γ᾽ ἅψασαν εὐγενῆ δέρην.

Ἑλένη

οἱ Τυνδάρειοι δ᾽ εἰσὶν οὐκ εἰσὶν κόροι;

Τεῦκρος

τεθνᾶσι καὶ οὐ τεθνᾶσι: δύο δ᾽ ἐστὸν λόγω.

Ἑλένη

πότερος κρείσσων; τάλαιν᾽ ἐγὼ κακῶν.

Τεῦκρος

140ἄστροις σφ᾽ ὁμοιωθέντε φάσ᾽ εἶναι θεώ.

Ἑλένη

καλῶς ἔλεξας τοῦτο: θάτερον δὲ τί;

Τεῦκρος

σφαγαῖς ἀδελφῆς οὕνεκ᾽ ἐκπνεῦσαι βίον.
ἅλις δὲ μύθων: οὐ διπλᾶ χρῄζω στένειν.
ὧν δ᾽ οὕνεκ᾽ ἦλθον τούσδε βασιλείους δόμους,
145τὴν θεσπιῳδὸν Θεονόην χρῄζων ἰδεῖν,
σὺ προξένησον, ὡς τύχω μαντευμάτων
ὅπῃ νεὼς στείλαιμ᾽ ἂν οὔριον πτερὸν
ἐς γῆν ἐναλίαν Κύπρον, οὗ μ᾽ ἐθέσπισεν
οἰκεῖν Ἀπόλλων, ὄνομα νησιωτικὸν
150Σαλαμῖνα θέμενον τῆς ἐκεῖ χάριν πάτρας.

Ἑλένη

πλοῦς, ξέν᾽, αὐτὸς σημανεῖ: σὺ δ᾽ ἐκλιπὼν
γῆν τήνδε φεῦγε πρίν σε παῖδα Πρωτέως
ἰδεῖν, ὃς ἄρχει τῆσδε γῆς: ἄπεστι δὲ
κυσὶν πεποιθὼς ἐν φοναῖς θηροκτόνοις:
155κτείνει γὰρ Ἕλλην᾽ ὅντιν᾽ ἂν λάβῃ ξένον.
ὅτου δ᾽ ἕκατι, μήτε σὺ ζήτει μαθεῖν
ἐγώ τε σιγῶ: τί γὰρ ἂν ὠφελοῖμί σε;

Τεῦκρος

καλῶς ἔλεξας, γύναι: θεοὶ δέ σοι
ἐσθλῶν ἀμοιβὰς ἀντιδωρησαίατο.
160Ἑλένῃ δ᾽ ὅμοιον σῶμ᾽ ἔχουσ᾽ οὐ τὰς φρένας
ἔχεις ὁμοίας, ἀλλὰ διαφόρους πολύ.
κακῶς δ᾽ ὄλοιτο μηδ᾽ ἐπ᾽ Εὐρώτα ῥοὰς
ἔλθοι: σὺ δ᾽ εἴης εὐτυχὴς ἀεί, γύναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: