previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Θεοκλύμενος

γυναικείαις τέχναισιν αἱρεθεὶς ἐγὼ τάλας:
ἐκπεφεύγασιν γάμοι με. κεἰ μὲν ἦν ἁλώσιμος
ναῦς διώγμασιν, πονήσας εἷλον ἂν τάχα ξένους:
νῦν δὲ τὴν προδοῦσαν ἡμᾶς τεισόμεσθα σύγγονον,
1625ἥτις ἐν δόμοις ὁρῶσα Μενέλεων οὐκ εἶπέ μοι.
τοιγὰρ οὔποτ᾽ ἄλλον ἄνδρα ψεύσεται μαντεύμασιν.

Θεράπων

οὗτος , ποῖ σὸν πόδ᾽ αἴρεις, δέσποτ᾽, ἐς ποῖον φόνον;

Θεοκλύμενος

οἷπερ δίκη κελεύει με: ἀλλ᾽ ἀφίστασ᾽ ἐκποδών.

Θεράπων

οὐκ ἀφήσομαι πέπλων σῶν: μεγάλα γὰρ σπεύδεις κακά.

Θεοκλύμενος

1630ἀλλὰ δεσποτῶν κρατήσεις δοῦλος ὤν;

Θεράπων
φρονῶ γὰρ εὖ.

Θεοκλύμενος

οὐκ ἔμοιγ᾽, εἰ μή μ᾽ ἐάσεις

Θεράπων
οὐ μὲν οὖν σ᾽ ἐάσομεν.

Θεοκλύμενος

σύγγονον κτανεῖν κακίστην

Θεράπων
εὐσεβεστάτην μὲν οὖν.

Θεοκλύμενος

με προύδωκεν

Θεράπων
καλήν γε προδοσίαν, δίκαια δρᾶν.

Θεοκλύμενος

τἀμὰ λέκτρ᾽ ἄλλῳ διδοῦσα.

Θεράπων
τοῖς γε κυριωτέροις.

Θεοκλύμενος

1635κύριος δὲ τῶν ἐμῶν τίς;

Θεράπων
ὃς ἔλαβεν πατρὸς πάρα.

Θεοκλύμενος

ἀλλ᾽ ἔδωκεν τύχη μοι.

Θεράπων
τὸ δὲ χρεὼν ἀφείλετο.

Θεοκλύμενος

οὐ σὲ τἀμὰ χρὴ δικάζειν.

Θεράπων
ἤν γε βελτίω λέγω.

Θεοκλύμενος

ἀρχόμεσθ᾽ ἄρ᾽, οὐ κρατοῦμεν.

Θεράπων
ὅσια δρᾶν, τὰ δ᾽ ἔκδικ᾽ οὔ.

Θεοκλύμενος

κατθανεῖν ἐρᾶν ἔοικας.

Θεράπων
κτεῖνε: σύγγονον δὲ σὴν
1640οὐ κτενεῖς ἡμῶν ἑκόντων, ἀλλ᾽ ἔμε: ὡς πρὸ δεσποτῶν
τοῖσι γενναίοισι δούλοις εὐκλεέστατον θανεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: