previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἑλένη

625 φίλτατ᾽ ἀνδρῶν Μενέλεως, μὲν χρόνος
παλαιός, δὲ τέρψις ἀρτίως πάρα.
ἔλαβον ἀσμένα πόσιν ἐμόν, φίλαι,
περί τ᾽ ἐπέτασα χέρα
φίλιον ἐν μακρᾷ φλογὶ φαεσφόρῳ.

Μενελέως

630κἀγὼ σέ: πολλοὺς δ᾽ ἐν μέσῳ λόγους ἔχων
οὐκ οἶδ᾽ ὁποίου πρῶτον ἄρξωμαι τὰ νῦν.


Ἑλένη

γέγηθα, κρατὶ δ᾽ ὀρθίους ἐθείρας
ἀνεπτέρωκα καὶ δάκρυ σταλάσσω,
περὶ δὲ γυῖα χέρας ἔβαλον, ἡδονάν,
635 πόσις, ὡς λάβω.

Μενελέως

φιλτάτη πρόσοψις, οὐκ ἐμέμφθην:
ἔχω τὰ τῆς Διός τε λέκτρα Λήδας θ᾽,
ἃν ὑπὸ λαμπάδων κόροι λεύκιπποι
640ξυνομαίμονες ὤλβισαν ὤλβισαν
τὸ πρόσθεν, ἐκ δόμων δὲ νοσφίσας σ᾽ ἐμοῦ
πρὸς ἄλλαν ἐλαύνει
θεὸς συμφορὰν τᾶσδε κρείσσω.
τὸ κακὸν δ᾽ ἀγαθὸν σέ τε κἀμὲ συνάγαγε, πόσιν
645χρόνιον, ἀλλ᾽ ὅμως ὀναίμαν τύχας.

Χορός

ὄναιο δῆτα. ταὐτὰ δὴ ξυνεύχομαι:
δυοῖν γὰρ ὄντοιν οὐχ μὲν τλήμων, δ᾽ οὔ.

Ἑλένη

φίλαι φίλαι, τὰ πάρος οὐκέτι
στένομεν οὐδ᾽ ἀλγῶ.
650πόσιν ἐμὸν ἔχομεν ἔχομεν, ὃν ἔμενον
ἔμενον ἐκ Τροίας πολυετῆ μολεῖν.

Μενελέως

ἔχεις, ἐγώ τε σέ: ἡλίους δὲ μυρίους
μόλις διελθὼν ᾐσθόμην τὰ τῆς θεοῦ.
ἐμὰ δὲ χαρμονὰ δάκρυα: πλέον ἔχει
655χάριτος λύπας.

Ἑλένη

τί φῶ; τίς ἂν τάδ᾽ ἤλπισεν βροτῶν ποτε;
ἀδόκητον ἔχω σε πρὸς στέρνοις.

Μενελέως

κἀγὼ σὲ τὴν δοκοῦσαν Ἰδαίαν πόλιν
μολεῖν Ἰλίου τε μελέους πύργους.
660πρὸς θεῶν, δόμων πῶς τῶν ἐμῶν ἀπεστάλης;

Ἑλένη

: πικρὰς ἐς ἀρχὰς βαίνεις,
: πικρὰν δ᾽ ἐρευνᾷς φάτιν.

Μενελέως

λέγ᾽: ὡς ἀκουστὰ πάντα δῶρα δαιμόνων.

Ἑλένη

ἀπέπτυσα μὲν λόγον, οἷον οἷον ἐσοίσομαι.

Μενελέως

665ὅμως δὲ λέξον: ἡδύ τοι μόχθων κλύειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: