previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Μενελέως

ἄγ᾽, γεραιέ, πολλὰ μὲν παρ᾽ ἀσπίδα
735μοχθήματ᾽ ἐξέπλησας ἐκπονῶν ἐμοί,
καὶ νῦν μετασχὼν τῆς ἐμῆς εὐπραξίας
ἄγγειλον ἐλθὼν τοῖς λελειμμένοις φίλοις
τάδ᾽ ὡς ἔχονθ᾽ ηὕρηκας οἷ τ᾽ ἐσμὲν τύχης,
μένειν τ᾽ ἐπ᾽ ἀκταῖς τούς τ᾽ ἐμοὺς καραδοκεῖν
740ἀγῶνας οἳ μένουσί μ᾽, ὡς ἐλπίζομεν,
κεἰ τήνδε πως δυναίμεθ᾽ ἐκκλέψαι χθονός,
φρουρεῖν ὅπως ἂν εἰς ἓν ἐλθόντες τύχης
ἐκ βαρβάρων σωθῶμεν, ἢν δυνώμεθα.

Ἄγγελος

ἔσται τάδ᾽, ὦναξ. ἀλλά τοι τὰ μάντεων
745ἐσεῖδον ὡς φαῦλ᾽ ἐστὶ καὶ ψευδῶν πλέα.
οὐδ᾽ ἦν ἄρ᾽ ὑγιὲς οὐδὲν ἐμπύρου φλογὸς
οὐδὲ πτερωτῶν φθέγματ᾽: εὔηθες δέ τοι
τὸ καὶ δοκεῖν ὄρνιθας ὠφελεῖν βροτούς.
Κάλχας γὰρ οὐκ εἶπ᾽ οὐδ᾽ ἐσήμηνε στρατῷ
750νεφέλης ὑπερθνῄσκοντας εἰσορῶν φίλους
οὐδ᾽ Ἕλενος, ἀλλὰ πόλις ἀνηρπάσθη μάτην.
εἴποις ἄν: οὕνεχ᾽ θεὸς οὐκ ἠβούλετο;
τί δῆτα μαντευόμεθα; τοῖς θεοῖσι χρὴ
θύοντας αἰτεῖν ἀγαθά, μαντείας δ᾽ ἐᾶν:
755βίου γὰρ ἄλλως δέλεαρ ηὑρέθη τόδε,
κοὐδεὶς ἐπλούτησ᾽ ἐμπύροισιν ἀργὸς ὤν:
γνώμη δ᾽ ἀρίστη μάντις τ᾽ εὐβουλία.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: