previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός

Ζεῦ, τί παῖδ᾽ ἤχθηρας ὧδ᾽ ὑπερκότως
τὸν σόν, κακῶν δὲ πέλαγος ἐς τόδ᾽ ἤγαγες;

Ἡρακλῆς

ἔα:
ἔμπνους μέν εἰμι καὶ δέδορχ᾽ ἅπερ με δεῖ,
1090αἰθέρα τε καὶ γῆν τόξα θ᾽ Ἡλίου τάδε ...
ὡς ἐν κλύδωνι καὶ φρενῶν ταράγματι
πέπτωκα δεινῷ καὶ πνοὰς θερμὰς πνέω
μετάρσι᾽, οὐ βέβαια, πνευμόνων ἄπο.
ἰδού, τί δεσμοῖς ναῦς ὅπως ὡρμισμένος
1095νεανίαν θώρακα καὶ βραχίονα,
πρὸς ἡμιθραύστῳ λαΐνῳ τυκίσματι
ἧμαι, νεκροῖσι γείτονας θάκους ἔχων;
πτερωτά τ᾽ ἔγχη: τόξα δ᾽ ἔσπαρται πέδῳ,
πρὶν παρασπίζοντ᾽ ἐμοῖς βραχίοσιν
1100ἔσῳζε πλευρὰς ἐξ ἐμοῦ τ᾽ ἐσῴζετο.
οὔ που κατῆλθον αὖθις εἰς Ἅιδου πάλιν,
Εὐρυσθέως δίαυλον; εἰς Ἅιδου; πόθεν;
ἀλλ᾽ οὔτε Σισύφειον εἰσορῶ πέτρον
Πλούτωνά τ᾽, οὐδὲ σκῆπτρα Δήμητρος κόρης.
1105ἔκ τοι πέπληγμαι: ποῦ ποτ᾽ ὢν ἀμηχανῶ;
ὠή, τίς ἐγγὺς πρόσω φίλων ἐμῶν,
δύσγνοιαν ὅστις τὴν ἐμὴν ἰάσεται;
σαφῶς γὰρ οὐδὲν οἶδα τῶν εἰωθότων.

Ἀμφιτρύων

γέροντες, ἔλθω τῶν ἐμῶν κακῶν πέλας;

Χορός

1110κἀγώ γε σὺν σοί, μὴ προδοὺς τὰς συμφοράς.

Ἡρακλῆς

πάτερ, τί κλαίεις καὶ συναμπίσχῃ κόρας,
τοῦ φιλτάτου σοι τηλόθεν παιδὸς βεβώς;

Ἀμφιτρύων

τέκνον: εἶ γὰρ καὶ κακῶς πράσσων ἐμός.

Ἡρακλῆς

πράσσω δ᾽ ἐγὼ τί λυπρόν, οὗ δακρυρροεῖς;

Ἀμφιτρύων

1115 κἂν θεῶν τις, εἰ μάθοι, καταστένοι.

Ἡρακλῆς

μέγας γ᾽ κόμπος, τὴν τύχην δ᾽ οὔπω λέγεις.

Ἀμφιτρύων

ὁρᾷς γὰρ αὐτός, εἰ φρονῶν ἤδη κυρεῖς.

Ἡρακλῆς

εἴπ᾽, εἴ τι καινὸν ὑπογράφῃ τὠμῷ βίῳ.

Ἀμφιτρύων

εἰ μηκέθ᾽ Ἅιδου βάκχος εἶ, φράσαιμεν ἄν.

Ἡρακλῆς

1120παπαῖ, τόδ᾽ ὡς ὕποπτον ᾐνίξω πάλιν.

Ἀμφιτρύων

καί σ᾽ εἰ βεβαίως εὖ φρονεῖς ἤδη σκοπῶ.

Ἡρακλῆς

οὐ γάρ τι βακχεύσας γε μέμνημαι φρένας.

Ἀμφιτρύων

λύσω, γέροντες, δεσμὰ παιδός; τί δρῶ;

Ἡρακλῆς

καὶ τόν γε δήσαντ᾽ εἴπ᾽: ἀναινόμεσθα γάρ.

Ἀμφιτρύων

1125τοσοῦτον ἴσθι τῶν κακῶν: τὰ δ᾽ ἄλλ᾽ ἔα.

Ἡρακλῆς

ἀρκεῖ σιωπὴ γὰρ μαθεῖν βούλομαι;

Ἀμφιτρύων

Ζεῦ, παρ᾽ Ἥρας ἆρ᾽ ὁρᾷς θρόνων τάδε;

Ἡρακλῆς

ἀλλ᾽ τι κεῖθεν πολέμιον πεπόνθαμεν;

Ἀμφιτρύων

τὴν θεὸν ἐάσας τὰ σὰ περιστέλλου κακά.

Ἡρακλῆς

1130ἀπωλόμεσθα: συμφορὰν λέξεις τινά.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: