previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Θησεύς

εἶἑν: σὲ τὸν θάσσοντα δυστήνους ἕδρας
1215αὐδῶ, φίλοισιν ὄμμα δεικνύναι τὸ σόν.
οὐδεὶς σκότος γὰρ ὧδ᾽ ἔχει μέλαν νέφος,
ὅστις κακῶν σῶν συμφορὰν κρύψειεν ἄν.
τί μοι προσείων χεῖρα σημαίνεις φόνον;
ὡς μὴ μύσος με σῶν βάλῃ προσφθεγμάτων;
1220οὐδὲν μέλει μοι σύν γε σοὶ πράσσειν κακῶς:
καὶ γάρ ποτ᾽ εὐτύχησα. ἐκεῖσ᾽ ἀνοιστέον,
ὅτ᾽ ἐξέσῳσάς μ᾽ ἐς φάος νεκρῶν πάρα.
χάριν δὲ γηράσκουσαν ἐχθαίρω φίλων,
καὶ τῶν καλῶν μὲν ὅστις ἀπολαύειν θέλει,
1225συμπλεῖν δὲ τοῖς φίλοισι δυστυχοῦσιν οὔ.
ἀνίστασ᾽, ἐκκάλυψον ἄθλιον κάρα,
βλέψον πρὸς ἡμᾶς. ὅστις εὐγενὴς βροτῶν,
φέρει τά γ᾽ ἐκ θεῶν πτώματ᾽ οὐδ᾽ ἀναίνεται.

Ἡρακλῆς

Θησεῦ, δέδορκας τόνδ᾽ ἀγῶν᾽ ἐμῶν τέκνων;

Θησεύς

1230ἤκουσα, καὶ βλέποντι σημαίνεις κακά.

Ἡρακλῆς

τί δῆτά μου κρᾶτ᾽ ἀνεκάλυψας ἡλίῳ;

Θησεύς

τί δ᾽; οὐ μιαίνεις θνητὸς ὢν τὰ τῶν θεῶν.

Ἡρακλῆς

φεῦγ᾽, ταλαίπωρ᾽, ἀνόσιον μίασμ᾽ ἐμόν.

Θησεύς

οὐδεὶς ἀλάστωρ τοῖς φίλοις ἐκ τῶν φίλων.

Ἡρακλῆς

1235ἐπῄνεσ᾽: εὖ δράσας δέ σ᾽ οὐκ ἀναίνομαι.

Θησεύς

ἐγὼ δὲ πάσχων εὖ τότ᾽ οἰκτίρω σε νῦν.

Ἡρακλῆς

οἰκτρὸς γάρ εἰμι τἄμ᾽ ἀποκτείνας τέκνα.

Θησεύς

κλαίω χάριν σὴν ἐφ᾽ ἑτέραισι συμφοραῖς.

Ἡρακλῆς

ηὗρες δέ γ᾽ ἄλλους ἐν κακοῖσι μείζοσιν;

Θησεύς

1240ἅπτῃ κάτωθεν οὐρανοῦ δυσπραξίᾳ.

Ἡρακλῆς

τοιγὰρ παρεσκευάσμεθ᾽ ὥστε κατθανεῖν.

Θησεύς

δοκεῖς ἀπειλῶν σῶν μέλειν τι δαίμοσιν;

Ἡρακλῆς

αὔθαδες θεός, πρὸς δὲ τοὺς θεοὺς ἐγώ.

Θησεύς

ἴσχε στόμ᾽, ὡς μὴ μέγα λέγων μεῖζον πάθῃς.

Ἡρακλῆς

1245γέμω κακῶν δή, κοὐκέτ᾽ ἔσθ᾽ ὅπῃ τεθῇ.

Θησεύς

δράσεις δὲ δὴ τί; ποῖ φέρῃ θυμούμενος;

Ἡρακλῆς

θανών, ὅθενπερ ἦλθον, εἶμι γῆς ὕπο.

Θησεύς

εἴρηκας ἐπιτυχόντος ἀνθρώπου λόγους.

Ἡρακλῆς

σὺ δ᾽ ἐκτὸς ὤν γε συμφορᾶς με νουθετεῖς.

Θησεύς

1250 πολλὰ δὴ τλὰς Ἡρακλῆς λέγει τάδε;

Ἡρακλῆς

οὐκ οὖν τοσαῦτά γ᾽, εἰ μέτρῳ μοχθητέον.

Θησεύς

εὐεργέτης βροτοῖσι καὶ μέγας φίλος;

Ἡρακλῆς

οἱ δ᾽ οὐδὲν ὠφελοῦσί μ᾽, ἀλλ᾽ Ἥρα κρατεῖ.

Θησεύς

οὐκ ἄν σ᾽ ἀνάσχοιθ᾽ Ἑλλὰς ἀμαθίᾳ θανεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: