previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἡρακλῆς

Ἡρακλῆς

1255ἄκουε δή νυν, ὡς ἁμιλληθῶ λόγοις
πρὸς νουθετήσεις σάς: ἀναπτύξω δέ σοι
ἀβίωτον ἡμῖν νῦν τε καὶ πάροιθεν ὄν.
πρῶτον μὲν ἐκ τοῦδ᾽ ἐγενόμην, ὅστις κτανὼν
μητρὸς γεραιὸν πατέρα προστρόπαιος ὢν
1260ἔγημε τὴν τεκοῦσαν Ἀλκμήνην ἐμέ.
ὅταν δὲ κρηπὶς μὴ καταβληθῇ γένους
ὀρθῶς, ἀνάγκη δυστυχεῖν τοὺς ἐκγόνους.
Ζεὺς δ᾽ὅστις Ζεύςπολέμιόν μ᾽ ἐγείνατο
Ἥρᾳσὺ μέντοι μηδὲν ἀχθεσθῇς, γέρον:
1265πατέρα γὰρ ἀντὶ Ζηνὸς ἡγοῦμαι σὲ ἐγώ:
ἔτ᾽ ἐν γάλακτί τ᾽ ὄντι γοργωποὺς ὄφεις
ἐπεισέφρησε σπαργάνοισι τοῖς ἐμοῖς
τοῦ Διὸς σύλλεκτρος, ὡς ὀλοίμεθα.
ἐπεὶ δὲ σαρκὸς περιβόλαι᾽ ἐκτησάμην
1270ἡβῶντα, μόχθους οὓς ἔτλην τί δεῖ λέγειν;
ποίους ποτ᾽ λέοντας τρισωμάτους
Τυφῶνας Γίγαντας τετρασκελῆ
κενταυροπληθῆ πόλεμον οὐκ ἐξήνυσα;
τήν τ᾽ ἀμφίκρανον καὶ παλιμβλαστῆ κύνα
1275ὕδραν φονεύσας μυρίων τ᾽ ἄλλων πόνων
διῆλθον ἀγέλας κἀς νεκροὺς ἀφικόμην,
Ἅιδου πυλωρὸν κύνα τρίκρανον ἐς φάος
ὅπως πορεύσαιμ᾽ ἐντολαῖς Εὐρυσθέως.
τὸν λοίσθιον δὲ τόνδ᾽ ἔτλην τάλας πόνον,
1280παιδοκτονήσας δῶμα θριγκῶσαι κακοῖς.
ἥκω δ᾽ ἀνάγκης ἐς τόδ᾽: οὔτ᾽ ἐμαῖς φίλαις
Θήβαις ἐνοικεῖν ὅσιον: ἢν δὲ καὶ μένω,
ἐς ποῖον ἱερὸν πανήγυριν φίλων
εἶμ᾽; οὐ γὰρ ἄτας εὐπροσηγόρους ἔχω.
1285ἀλλ᾽ Ἄργος ἔλθω; πῶς, ἐπεὶ φεύγω πάτραν;
φέρ᾽ ἀλλ᾽ ἐς ἄλλην δή τιν᾽ ὁρμήσω πόλιν;
κἄπειθ᾽ ὑποβλεπώμεθ᾽ ὡς ἐγνωσμένοι,
γλώσσης πικροῖς κέντροισι κλῃδουχούμενοι:
Οὐχ οὗτος Διός, ὃς τέκν᾽ ἔκτεινέν ποτε
1290δάμαρτά τ᾽; οὐ γῆς τῆσδ᾽ ἀποφθαρήσεται;
κεκλημένῳ δὲ φωτὶ μακαρίῳ ποτὲ
αἱ μεταβολαὶ λυπηρόν: δ᾽ ἀεὶ κακῶς
ἔστ᾽, οὐδὲν ἀλγεῖ συγγενῶς δύστηνος ὤν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: