previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Μεγάρα

διολλύμεσθα: σὺ δέ, γέρον, σύγγνωθί μοι,
535εἰ πρόσθεν ἥρπασ᾽ σὲ λέγειν πρὸς τόνδ᾽ ἐχρῆν:
τὸ θῆλυ γάρ πως μᾶλλον οἰκτρὸν ἀρσένων,
καὶ τἄμ᾽ ἔθνῃσκε τέκν᾽, ἀπωλλύμην δ᾽ ἐγώ.

Ἡρακλῆς

Ἄπολλον, οἵοις φροιμίοις ἄρχῃ λόγου.

Μεγάρα

τεθνᾶσ᾽ ἀδελφοὶ καὶ πατὴρ οὑμὸς γέρων.

Ἡρακλῆς

540πῶς φῄς; τί δράσας δορὸς ποίου τυχών;

Μεγάρα

Λύκος σφ᾽ καινὸς γῆς ἄναξ διώλεσεν.

Ἡρακλῆς

ὅπλοις ἀπαντῶν νοσησάσης χθονός;

Μεγάρα

στάσει: τὸ Κάδμου δ᾽ ἑπτάπυλον ἔχει κράτος.

Ἡρακλῆς

τί δῆτα πρὸς σὲ καὶ γέροντ᾽ ἦλθεν φόβος;

Μεγάρα

545κτείνειν ἔμελλε πατέρα κἀμὲ καὶ τέκνα.

Ἡρακλῆς

τί φῄς; τί ταρβῶν ὀρφάνευμ᾽ ἐμῶν τέκνων;

Μεγάρα

μή ποτε Κρέοντος θάνατον ἐκτεισαίατο.

Ἡρακλῆς

κόσμος δὲ παίδων τίς ὅδε νερτέροις πρέπων;

Μεγάρα

θανάτου τάδ᾽ ἤδη περιβόλαι᾽ ἀνήμμεθα.

Ἡρακλῆς

550καὶ πρὸς βίαν ἐθνῄσκετ᾽; τλήμων ἐγώ.

Μεγάρα

φίλων γ᾽ ἔρημοι: σὲ δὲ θανόντ᾽ ἠκούομεν.

Ἡρακλῆς

πόθεν δ᾽ ἐς ὑμᾶς ἥδ᾽ ἐσῆλθ᾽ ἀθυμία;

Μεγάρα

Εὐρυσθέως κήρυκες ἤγγελλον τάδε.

Ἡρακλῆς

τί δ᾽ ἐξελείπετ᾽ οἶκον ἑστίαν τ᾽ ἐμήν;

Μεγάρα

555βίᾳ, πατὴρ μὲν ἐκπεσὼν στρωτοῦ λέχους ...

Ἡρακλῆς

κοὐκ ἔσχεν αἰδῶ τὸν γέροντ᾽ ἀτιμάσαι;

Μεγάρα

αἰδώς γ᾽ ἀποικεῖ τῆσδε τῆς θεοῦ πρόσω.

Ἡρακλῆς

οὕτω δ᾽ ἀπόντες ἐσπανίζομεν φίλων;

Μεγάρα

φίλοι γάρ εἰσιν ἀνδρὶ δυστυχεῖ τίνες;

Ἡρακλῆς

560μάχας δὲ Μινυῶν ἃς ἔτλην ἀπέπτυσαν;

Μεγάρα

ἄφιλον, ἵν᾽ αὖθίς σοι λέγω, τὸ δυστυχές.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: