previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Λύκος

ἐς καιρὸν οἴκων Ἀμφιτρύων ἔξω περᾷ:
χρόνος γὰρ ἤδη δαρὸς ἐξ ὅτου πέπλοις
κοσμεῖσθε σῶμα καὶ νεκρῶν ἀγάλμασιν.
ἀλλ᾽ εἶα, παῖδας καὶ δάμαρθ᾽ Ἡρακλέους
705ἔξω κέλευε τῶνδε φαίνεσθαι δόμων,
ἐφ᾽ οἷς ὑπέστητ᾽ αὐτεπάγγελτοι θανεῖν.

Ἀμφιτρύων

ἄναξ, διώκεις μ᾽ ἀθλίως πεπραγότα
ὕβριν θ᾽ ὑβρίζεις ἐπὶ θανοῦσι τοῖς ἐμοῖς:
χρῆν σε μετρίως, κεἰ κρατεῖς, σπουδὴν ἔχειν.
710ἐπεὶ δ᾽ ἀνάγκην προστίθης ἡμῖν θανεῖν,
στέργειν ἀνάγκη: δραστέον δ᾽ σοὶ δοκεῖ.

Λύκος

ποῦ δῆτα Μεγάρα; ποῦ τέκν᾽ Ἀλκμήνης γόνου;

Ἀμφιτρύων

δοκῶ μὲν αὐτήν, ὡς θύραθεν εἰκάσαι

Λύκος

τί χρῆμα δόξης; τοῦ δ᾽ ἔχεις τεκμήριον;

Ἀμφιτρύων

715ἱκέτιν πρὸς ἁγνοῖς Ἑστίας θάσσειν βάθροις ...

Λύκος

ἀνόνητά γ᾽ ἱκετεύουσαν ἐκσῷσαι βίον.

Ἀμφιτρύων

καὶ τὸν θανόντα γ᾽ ἀνακαλεῖν μάτην πόσιν.

Λύκος

δ᾽ οὐ πάρεστιν οὐδὲ μὴ μόλῃ ποτέ.

Ἀμφιτρύων

οὔκ, εἴ γε μή τις θεῶν ἀναστήσειέ νιν.

Λύκος

720χώρει πρὸς αὐτὴν κἀκκόμιζε δωμάτων.

Ἀμφιτρύων

μέτοχος ἂν εἴην τοῦ φόνου δράσας τόδε.

Λύκος

ἡμεῖς, ἐπειδὴ σοὶ τόδ᾽ ἔστ᾽ ἐνθύμιον,
οἱ δειμάτων ἔξωθεν ἐκπορεύσομεν
σὺν μητρὶ παῖδας. δεῦρ᾽ ἕπεσθε, πρόσπολοι,
725ὡς ἂν σχολὴν λύσωμεν ἄσμενοι πόνων.

Ἀμφιτρύων

σὺ δ᾽ οὖν ἴθ᾽, ἔρχῃ δ᾽ οἷ χρεών: τὰ δ᾽ ἄλλ᾽ ἴσως
ἄλλῳ μελήσει. προσδόκα δὲ δρῶν κακῶς
κακόν τι πράξειν. γέροντες, ἐς καλὸν
στείχει, βρόχοισι δ᾽ ἀρκύων γενήσεται
730ξιφηφόροισι, τοὺς πέλας δοκῶν κτενεῖν
παγκάκιστος. εἶμι δ᾽, ὡς ἴδω νεκρὸν
πίπτοντ᾽: ἔχει γὰρ ἡδονὰς θνῄσκων ἀνὴρ
ἐχθρὸς τίνων τε τῶν δεδραμένων δίκην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: