previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Παρθένος
ξένοι, θράσος μοι μηδὲν ἐξόδοις ἐμαῖς
475προσθῆτε: πρῶτον γὰρ τόδ᾽ ἐξαιτήσομαι:
γυναικὶ γὰρ σιγή τε καὶ τὸ σωφρονεῖν
κάλλιστον εἴσω θ᾽ ἥσυχον μένειν δόμων.
τῶν σῶν δ᾽ ἀκούσασ᾽, Ἰόλεως, στεναγμάτων
ἐξῆλθον, οὐ ταχθεῖσα πρεσβεύειν γένους:
480ἀλλ᾽, εἰμὶ γάρ πως πρόσφορος, μέλει δέ μοι
μάλιστ᾽ ἀδελφῶν τῶνδε κἀμαυτῆς πέρι,
θέλω πυθέσθαι μὴ 'πὶ τοῖς πάλαι κακοῖς
προσκείμενόν τι πῆμα σὴν δάκνει φρένα.

Ἰόλαος
παῖ, μάλιστα σ᾽ οὐ νεωστὶ δὴ τέκνων
485τῶν Ἡρακλείων ἐνδίκως αἰνεῖν ἔχω.
ἡμῖν δὲ δόξας εὖ προχωρῆσαι δρόμος
πάλιν μεθέστηκ᾽ αὖθις ἐς τἀμήχανον:
χρησμῶν γὰρ ᾠδούς φησι σημαίνειν ὅδε,
οὐ ταῦρον οὐδὲ μόσχον ἀλλὰ παρθένον
490σφάξαι Κόρῃ Δήμητρος ἥτις εὐγενής,
εἰ χρὴ μὲν ἡμᾶς, χρὴ δὲ τήνδ᾽ εἶναι πόλιν.
ταῦτ᾽ οὖν ἀμηχανοῦμεν: οὔτε γὰρ τέκνα
σφάξειν ὅδ᾽ αὑτοῦ φησιν οὔτ᾽ ἄλλου τινός.
κἀμοὶ λέγει μὲν οὐ σαφῶς, λέγει δέ πως,
495εἰ μή τι τούτων ἐξαμηχανήσομεν,
ἡμᾶς μὲν ἄλλην γαῖαν εὑρίσκειν τινά,
αὐτὸς δὲ σῶσαι τήνδε βούλεσθαι χθόνα.

Παρθένος
ἐν τῷδε κἀχόμεσθα σωθῆναι λόγῳ;

Ἰόλαος
ἐν τῷδε, τἄλλα γ᾽ εὐτυχῶς πεπραγότες.

Παρθένος

Παρθένος
500μή νυν τρέσῃς ἔτ᾽ ἐχθρὸν Ἀργείων δόρυ:
ἐγὼ γὰρ αὐτὴ πρὶν κελευσθῆναι, γέρον,
θνῄσκειν ἑτοίμη καὶ παρίστασθαι σφαγῇ.
τί φήσομεν γάρ, εἰ πόλις μὲν ἀξιοῖ
κίνδυνον ἡμῶν οὕνεκ᾽ αἴρεσθαι μέγαν,
505αὐτοὶ δὲ προστιθέντες ἄλλοισιν πόνους,
παρόν σφε σῶσαι, φευξόμεσθα μὴ θανεῖν;
οὐ δῆτ᾽, ἐπεί τοι καὶ γέλωτος ἄξια,
στένειν μὲν ἱκέτας δαιμόνων καθημένους,
πατρὸς δ᾽ ἐκείνου φύντας οὗ πεφύκαμεν
510κακοὺς ὁρᾶσθαι: ποῦ τάδ᾽ ἐν χρηστοῖς πρέπει;
κάλλιον, οἶμαι, τῆσδ᾽ μὴ τύχοι ποτέ
πόλεως ἁλούσης, χεῖρας εἰς ἐχθρῶν πεσεῖν,
κἄπειτ᾽ ἄτιμα πατρὸς οὖσαν εὐγενοῦς
παθοῦσαν Ἅιδην μηδὲν ἧσσον εἰσιδεῖν.
515ἀλλ᾽ ἐκπεσοῦσα τῆσδ᾽ ἀλητεύσω χθονός;
κοὐκ αἰσχυνοῦμαι δῆτ᾽, ἐὰν δή τις λέγῃ:
Τί δεῦρ᾽ ἀφίκεσθ᾽ ἱκεσίοισι σὺν κλάδοις
αὐτοὶ φιλοψυχοῦντες; ἔξιτε χθονός:
κακοῖς γὰρ ἡμεῖς οὐ προσωφελήσομεν.

load focus English (David Kovacs)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: