previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Δημοφῶν
ἔσται τάδ᾽, τάλαινα παρθένων, ἐπεὶ
κἀμοὶ τόδ᾽ αἰσχρόν, μή σε κοσμεῖσθαι καλῶς,
πολλῶν ἕκατι, τῆς τε σῆς εὐψυχίας
570καὶ τοῦ δικαίου. τλημονεστάτην δέ σε
πασῶν γυναικῶν εἶδον ὀφθαλμοῖς ἐγώ.
ἀλλ᾽, εἴ τι βούλῃ, τούσδε τὸν γέροντά τε
χώρει προσειποῦσ᾽ ὑστάτοις προσφθέγμασιν.

Παρθένος
χαῖρε, πρέσβυ, χαῖρε καὶ δίδασκέ μοι
575τοιούσδε τούσδε παῖδας, ἐς τὸ πᾶν σοφούς,
ὥσπερ σύ, μηδὲν μᾶλλον: ἀρκέσουσι γάρ.
πειρῶ δὲ σῶσαι μὴ θανεῖν, πρόθυμος ὤν:
σοὶ παῖδές ἐσμεν, σαῖν χεροῖν τεθράμμεθα.
ὁρᾷς δὲ κἀμὲ τὴν ἐμὴν ὥραν γάμου
580διδοῦσαν ἀντὶ τῶνδε κατθανουμένην.
ὑμεῖς τ᾽, ἀδελφῶν παροῦσ᾽ ὁμιλία,
εὐδαιμονοῖτε, καὶ γένοιθ᾽ ὑμῖν ὅσων
ἡμὴ πάροιθε καρδία σφαλήσεται.
καὶ τὸν γέροντα τήν τ᾽ ἔσω γραῖαν δόμων
585τιμᾶτε πατρὸς μητέρ᾽ Ἀλκμήνην ἐμοῦ
ξένους τε τούσδε. κἂν ἀπαλλαγὴ πόνων
καὶ νόστος ὑμῖν εὑρεθῇ ποτ᾽ ἐκ θεῶν,
μέμνησθε τὴν σώτειραν ὡς θάψαι χρεών:
κάλλιστά τοι δίκαιον: οὐ γὰρ ἐνδεὴς
590ὑμῖν παρέστην, ἀλλὰ προύθανον γένους.
τάδ᾽ ἀντὶ παίδων ἐστί μοι κειμήλια
καὶ παρθενείας, εἴ τι δὴ κάτω χθονός:
εἴη γε μέντοι μηδέν. εἰ γὰρ ἕξομεν
κἀκεῖ μερίμνας οἱ θανούμενοι βροτῶν,
595οὐκ οἶδ᾽ ὅποι τις τρέψεται: τὸ γὰρ θανεῖν
κακῶν μέγιστον φάρμακον νομίζεται.

Ἰόλαος
ἀλλ᾽, μέγιστον ἐκπρέπουσ᾽ εὐψυχίᾳ
πασῶν γυναικῶν, ἴσθι, τιμιωτάτη
καὶ ζῶσ᾽ ὑφ᾽ ἡμῶν καὶ θανοῦσ᾽ ἔσῃ πολύ:
600καὶ χαῖρε: δυσφημεῖν γὰρ ἅζομαι θεὰν
σὸν κατῆρκται σῶμα, Δήμητρος κόρην.

παῖδες, οἰχόμεσθα: λύεται μέλη
λύπῃ: λάβεσθε κἀς ἕδραν μ᾽ ἐρείσατε
αὐτοῦ πέπλοισι τοῖσδε κρύψαντες κάρα.
605ὡς οὔτε τούτοις ἥδομαι πεπραγμένοις,
χρησμοῦ τε μὴ κρανθέντος οὐ βιώσιμον:
μείζων γὰρ ἄτη: συμφορὰ δὲ καὶ τάδε.

load focus English (David Kovacs)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: