Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἄρτεμις
σὲ τὸν εὐπατρίδην Αἰγέως κέλομαι
παῖδ᾽ ἐπακοῦσαι:
1285Λητοῦς δὲ κόρη σ᾽ Ἄρτεμις αὐδῶ.
Θησεῦ, τί τάλας τοῖσδε συνήδῃ,
παῖδ᾽ οὐχ ὁσίως σὸν ἀποκτείνας
ψευδέσι μύθοις ἀλόχου πεισθεὶς
ἀφανῆ; φανερὰν δ᾽ ἔσχεθες ἄτην.
1290πῶς οὐχ ὑπὸ γῆς τάρταρα κρύπτεις
δέμας αἰσχυνθείς,
ἢ πτηνὸς ἄνω μεταβὰς βίοτον
πήματος ἔξω πόδα τοῦδ᾽ ἀνέχεις;
ὡς ἔν γ᾽ ἀγαθοῖς ἀνδράσιν οὔ σοι
1295κτητὸν βιότου μέρος ἐστίν.