Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἱππόλυτος
ἕπεσθ᾽ ᾁδοντες ἕπεσθε
τὰν Διὸς οὐρανίαν
60Ἄρτεμιν, ᾇ μελόμεσθα.
Ἱππόλυτος καὶ θεράποντες
πότνια πότνια σεμνοτάτα,
Ζηνὸς γένεθλον,
χαῖρε, χαῖρέ μοι, ὦ κόρα
65Λατοῦς Ἄρτεμι καὶ Διός,
καλλίστα πολὺ παρθένων,
ἃ μέγαν κατ᾽ οὐρανὸν
ναίεις εὐπατέρειαν αὐ-
λάν, Ζηνὸς πολύχρυσον οἶκον.
70χαῖρέ μοι, ὦ καλά, καλ-
λίστα τῶν κατ᾽ Ὄλυμπον
[παρθένων, Ἄρτεμι].