previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κλυταιμήστρα

ἐξῆλθον οἴκων προσκοπουμένη πόσιν,
χρόνιον ἀπόντα κἀκλελοιπότα στέγας.
1100ἐν δακρύοισι δ᾽ τάλαινα παῖς ἐμή,
πολλὰς ἱεῖσα μεταβολὰς ὀδυρμάτων,
θάνατον ἀκούσασ᾽, ὃν πατὴρ βουλεύεται.
μνήμην δ᾽ ἄρ᾽ εἶχον πλησίον βεβηκότος
Ἀγαμέμνονος τοῦδ᾽, ὃς ἐπὶ τοῖς αὑτοῦ τέκνοις
1105ἀνόσια πράσσων αὐτίχ᾽ εὑρεθήσεται.

Ἀγαμέμνων

Λήδας γένεθλον, ἐν καλῷ σ᾽ ἔξω δόμων
ηὕρηχ᾽, ἵν᾽ εἴπω παρθένου χωρὶς λόγους
οὓς οὐκ ἀκούειν τὰς γαμουμένας πρέπει.

Κλυταιμήστρα

τί δ᾽ ἔστιν, οὗ σοι καιρὸς ἀντιλάζυται;

Ἀγαμέμνων

1110ἔκπεμπε παῖδα δωμάτων πατρὸς μέτα:
ὡς χέρνιβες πάρεισιν εὐτρεπισμέναι,
προχύται τε βάλλειν πῦρ καθάρσιον χεροῖν,
μόσχοι τε, πρὸ γάμων ἃς θεᾷ πεσεῖν χρεών.
Ἀρτέμιδι, μέλανος αἵματος φυσήματα.

Κλυταιμήστρα

1115τοῖς ὀνόμασιν μὲν εὖ λέγεις, τὰ δ᾽ ἔργα σου
οὐκ οἶδ᾽ ὅπως χρή μ᾽ ὀνομάσασαν εὖ λέγειν.
χώρει δέ, θύγατερ, ἐκτόςοἶσθα γὰρ πατρὸς
πάντως μέλλειχὑπὸ τοῖς πέπλοις ἄγε
λαβοῦσ᾽ Ὀρέστην, σὸν κασίγνητον, τέκνον.
1120ἰδοὺ πάρεστιν ἥδε πειθαρχοῦσά σοι.
τὰ δ᾽ ἄλλ᾽ ἐγὼ πρὸ τῆσδε κἀμαυτῆς φράσω.

Ἀγαμέμνων

τέκνον, τί κλαίεις, οὐδ᾽ ἔθ᾽ ἡδέως ὁρᾷς,
ἐς γῆν δ᾽ ἐρείσασ᾽ ὄμμα πρόσθ᾽ ἔχεις πέπλους;

Κλυταιμήστρα

φεῦ:
τίν᾽ ἂν λάβοιμι τῶν ἐμῶν ἀρχὴν κακῶν;
1125ἅπασι γὰρ πρώτοισι χρήσασθαι πάρα
κἀν ὑστάτοισι κἀν μέσοισι πανταχοῦ.

Ἀγαμέμνων

τί δ᾽ ἔστιν; ὥς μοι πάντες εἰς ἓν ἥκετε,
σύγχυσιν ἔχοντες καὶ ταραγμὸν ὀμμάτων.

Κλυταιμήστρα

εἴφ᾽ ἃν ἐρωτήσω σε γενναίως, πόσι.

Ἀγαμέμνων

1130οὐδὲν κελευσμοῦ δεῖ σ᾽: ἐρωτᾶσθαι θέλω.

Κλυταιμήστρα

τὴν παῖδα τὴν σὴν τήν τ᾽ ἐμὴν μέλλεις κτενεῖν;

Ἀγαμέμνων

ἔα:
τλήμονά γ᾽ ἔλεξας, ὑπονοεῖς θ᾽ μή σε χρή.

Κλυταιμήστρα

ἔχ᾽ ἥσυχος.
κἀκεῖνό μοι τὸ πρῶτον ἀπόκριναι πάλιν.

Ἀγαμέμνων

σὺ δ᾽, ἤν γ᾽ ἐρωτᾷς εἰκότ᾽, εἰκότ᾽ ἂν κλύοις.

Κλυταιμήστρα

1135οὐκ ἄλλ᾽ ἐρωτῶ, καὶ σὺ μὴ λέγ᾽ ἄλλα μοι.

Ἀγαμέμνων

πότνια μοῖρα καὶ τύχη δαίμων τ᾽ ἐμός.

Κλυταιμήστρα

κἀμός γε καὶ τῆσδ᾽, εἷς τριῶν δυσδαιμόνων.

Ἀγαμέμνων

τίν᾽ ἠδίκησαι;

Κλυταιμήστρα
τοῦτ᾽ ἐμοῦ πεύθῃ πάρα;
νοῦς ὅδ᾽ αὐτὸς νοῦν ἔχων οὐ τυγχάνει.

Ἀγαμέμνων

1140ἀπωλόμεσθα. προδέδοται τὰ κρυπτά μου.

Κλυταιμήστρα

πάντ᾽ οἶδα, καὶ πεπύσμεθ᾽ σὺ μέλλεις με δρᾶν:
αὐτὸ δὲ τὸ σιγᾶν ὁμολογοῦντός ἐστί σου
καὶ τὸ στενάζειν: πολλὰ μὴ κάμῃς λέγων.

Ἀγαμέμνων

ἰδοὺ σιωπῶ: τὸ γὰρ ἀναίσχυντον τί δεῖ
1145ψευδῆ λέγοντα προσλαβεῖν τῇ συμφορᾷ;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: