previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κλυταιμήστρα

τέκνον, ξέναι,
οἲ 'γὼ θανάτου τοῦ σοῦ μελέα.
φεύγει σε πατὴρ Ἅιδῃ παραδούς.

Ἰφιγένεια

Ἰφιγένεια

οἲ 'γώ, μᾶτερ: ταὐτὸν τόδε γὰρ
1280μέλος εἰς ἄμφω πέπτωκε τύχης,
κοὐκέτι μοι φῶς
οὐδ᾽ ἀελίου τόδε φέγγος.
ἰὼ ἰώ.
νιφόβολον Φρυγῶν νάπος Ἴδας τ᾽ ὄρεα,
1285Πρίαμος ὅθι ποτὲ βρέφος ἁπαλὸν ἔβαλε
ματέρος ἀποπρὸ νοσφίσας ἐπὶ μόρῳ
θανατόεντι Πάριν, ὃς Ἰδαῖος Ἰ-
1290δαῖος ἐλέγετ᾽ ἐλέγετ᾽ ἐν Φρυγῶν πόλει,
μή ποτ᾽ ὤφελες τὸν ἀμφὶ
βουσὶ βουκόλον τραφέντ᾽
Ἀλέξανδρον οἰκίσαι
ἀμφὶ τὸ λευκὸν ὕδωρ, ὅθι κρῆναι
1295Νυμφᾶν κεῖνται
λειμών τ᾽ ἔρνεσι θάλλων
χλωροῖς καὶ ῥοδόεντ᾽
ἄνθε᾽ ὑακίνθινά τε θεαῖς δρέπειν: ἔνθα ποτὲ
1300Παλλὰς ἔμολε καὶ δολιόφρων Κύπρις
Ἥρα θ᾽ Ἑρμᾶς θ᾽, Διὸς ἄγγελος,
μὲν ἐπὶ πόθῳ τρυφῶσα
1305Κύπρις, δὲ δορὶ Παλλάς,
Ἥρα τε Διὸς ἄνακτος
εὐναῖσι βασιλίσιν,
κρίσιν ἐπὶ στυγνὰν ἔριν τε
καλλονᾶς, ἐμοὶ δὲ θάνατον
1310ὄνομα μὲν φέροντα Δαναΐ-
δαισιν, κόραι, πρόθυμα δ᾽
ἔλαβεν Ἄρτεμις πρὸς Ἴλιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1891)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: