previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Χορός

τὸ μὲν σόν, νεᾶνι, γενναίως ἔχει:
τὸ τῆς τύχης δὲ καὶ τὸ τῆς θεοῦ νοσεῖ.

Ἀχιλλεύς

Ἀγαμέμνονος παῖ, μακάριόν μέ τις θεῶν
1405ἔμελλε θήσειν, εἰ τύχοιμι σῶν γάμων.
ζηλῶ δὲ σοῦ μὲν Ἑλλάδ᾽, Ἑλλάδος δὲ σέ.
εὖ γὰρ τόδ᾽ εἶπας ἀξίως τε πατρίδος:
τὸ θεομαχεῖν γὰρ ἀπολιποῦσ᾽, σου κρατεῖ,
ἐξελογίσω τὰ χρηστὰ τἀναγκαῖά τε.
1410μᾶλλον δὲ λέκτρων σῶν πόθος μ᾽ ἐσέρχεται
ἐς τὴν φύσιν βλέψαντα: γενναία γὰρ εἶ.
ὅρα δ᾽: ἐγὼ γὰρ βούλομαί σ᾽ εὐεργετεῖν
λαβεῖν τ᾽ ἐς οἴκους: ἄχθομαί τ᾽, ἴστω Θέτις,
εἰ μή σε σώσω Δαναΐδαισι διὰ μάχης
1415ἐλθών. ἄθρησον: θάνατος δεινὸν κακόν.

Ἰφιγένεια

λέγω τάδ᾽ οὐδὲν οὐδέν᾽ εὐλαβουμένη.
Τυνδαρὶς παῖς διὰ τὸ σῶμ᾽ ἀρκεῖ μάχας
ἀνδρῶν τιθεῖσα καὶ φόνους: σὺ δ᾽, ξένε,
μὴ θνῇσκε δι᾽ ἐμὲ μηδ᾽ ἀποκτείνῃς τινά,
1420ἔα δὲ σῷσαί μ᾽ Ἑλλάδ᾽, ἢν δυνώμεθα.

Ἀχιλλεύς

λῆμ᾽ ἄριστον, οὐκ ἔχω πρὸς τοῦτ᾽ ἔτι
λέγειν, ἐπεί σοι τάδε δοκεῖ: γενναῖα γὰρ
φρονεῖς: τί γὰρ τἀληθὲς οὐκ εἴποι τις ἄν;
ὅμως δ᾽, ἴσως γὰρ κἂν μεταγνοίης τάδε,
1425ὡς οὖν ἂν εἰδῇς τἀπ᾽ ἐμοῦ λελεγμένα,
ἐλθὼν τάδ᾽ ὅπλα θήσομαι βωμοῦ πέλας,
ὡς οὐκ ἐάσων σ᾽ ἀλλὰ κωλύσων θανεῖν.
χρήσῃ δὲ καὶ σὺ τοῖς ἐμοῖς λόγοις τάχα,
ὅταν πέλας σῆς φάσγανον δέρης ἴδῃς.
1430οὔκουν ἐάσω σ᾽ ἀφροσύνῃ τῇ σῇ θανεῖν:
ἐλθὼν δὲ σὺν ὅπλοις τοῖσδε πρὸς ναὸν θεᾶς
καραδοκήσω σὴν ἐκεῖ παρουσίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1891)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: