previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κλυταιμήστρα

ἀλλ᾽ εὐτυχοίτην. τίνι δ᾽ ἐν ἡμέρᾳ γαμεῖ;

Ἀγαμέμνων

ὅταν σελήνης εὐτυχὴς ἔλθῃ κύκλος.

Κλυταιμήστρα

προτέλεια δ᾽ ἤδη παιδὸς ἔσφαξας θεᾷ;

Ἀγαμέμνων

μέλλω: 'πὶ ταύτῃ καὶ καθέσταμεν τύχῃ.

Κλυταιμήστρα

720κἄπειτα δαίσεις τοὺς γάμους ἐς ὕστερον;

Ἀγαμέμνων

θύσας γε θύμαθ᾽ ἐμὲ χρὴ θῦσαι θεοῖς.

Κλυταιμήστρα

ἡμεῖς δὲ θοίνην ποῦ γυναιξὶ θήσομεν;

Ἀγαμέμνων

ἐνθάδε παρ᾽ εὐπρύμνοισιν Ἀργείων πλάταις.

Κλυταιμήστρα

καλῶς ἀναγκαίως τε: συνενέγκοι δ᾽ ὅμως.

Ἀγαμέμνων

725οἶσθ᾽ οὖν δρᾶσον, γύναι; πιθοῦ δέ μοι.

Κλυταιμήστρα

τί χρῆμα; πείθεσθαι γὰρ εἴθισμαι σέθεν.

Ἀγαμέμνων

ἡμεῖς μὲν ἐνθάδ᾽, οὗπέρ ἐσθ᾽ νυμφίος ...

Κλυταιμήστρα

μητρὸς τί χωρὶς δράσεθ᾽, ἐμὲ δρᾶν χρεών;

Ἀγαμέμνων

ἐκδώσομεν σὴν παῖδα Δαναϊδῶν μέτα.

Κλυταιμήστρα

730ἡμᾶς δὲ ποῦ χρὴ τηνικαῦτα τυγχάνειν;

Ἀγαμέμνων

χώρει πρὸς Ἄργος παρθένους τε τημέλει.

Κλυταιμήστρα

λιποῦσα παῖδα; τίς δ᾽ ἀνασχήσει φλόγα;

Ἀγαμέμνων

ἐγὼ παρέξω φῶς νυμφίοις πρέπει.

Κλυταιμήστρα

οὐχ νόμος οὗτος οὐδὲ φαῦλ᾽ ἡγητέα.

Ἀγαμέμνων

735οὐ καλὸν ἐν ὄχλῳ σ᾽ ἐξομιλεῖσθαι στρατοῦ.

Κλυταιμήστρα

καλὸν τεκοῦσαν τἀμά μ᾽ ἐκδοῦναι τέκνα.

Ἀγαμέμνων

καὶ τάς γ᾽ ἐν οἴκῳ μὴ μόνας εἶναι κόρας.

Κλυταιμήστρα

ὀχυροῖσι παρθενῶσι φρουροῦνται καλῶς.

Ἀγαμέμνων

πιθοῦ.

Κλυταιμήστρα
μὰ τὴν ἄνασσαν Ἀργείαν θεάν.
740ἐλθὼν δὲ τἄξω πρᾶσσε, τἀν δόμοις δ᾽ ἐγώ,
χρὴ παρεῖναι νυμφίοισι παρθένοις.

Ἀγαμέμνων

οἴμοι: μάτην ᾖξ᾽, ἐλπίδος δ᾽ ἀπεσφάλην,
ἐξ ὀμμάτων δάμαρτ᾽ ἀποστεῖλαι θέλων.
σοφίζομαι δὲ κἀπὶ τοῖσι φιλτάτοις
745τέχνας πορίζω, πανταχῇ νικώμενος.
ὅμως δὲ σὺν Κάλχαντι τῷ θυηπόλῳ
κοινῇ τὸ τῆς θεοῦ φίλον, ἐμοὶ δ᾽ οὐκ εὐτυχές,
ἐξευπορήσων εἶμι, μόχθον Ἑλλάδος.
χρὴ δ᾽ ἐν δόμοισιν ἄνδρα τὸν σοφὸν τρέφειν
750γυναῖκα χρηστὴν κἀγαθήν, μὴ τρέφειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: