previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


80τοὐντεῦθεν οὖν Ἕλληνες ᾁξαντες δορί,
τεύχη λαβόντες στενόπορ᾽ Αὐλίδος βάθρα
ἥκουσι τῆσδε, ναυσὶν ἀσπίσιν θ᾽ ὁμοῦ
ἵπποις τε πολλοῖς ἅρμασίν τ᾽ ἠσκημένοι.
κἀμὲ στρατηγεῖνκἆτα Μενέλεω χάριν
85εἵλοντο, σύγγονόν γε. τἀξίωμα δὲ
ἄλλος τις ὤφελ᾽ ἀντ᾽ ἐμοῦ λαβεῖν τόδε.
ἠθροισμένου δὲ καὶ ξυνεστῶτος στρατοῦ
ἥμεσθ᾽ ἀπλοίᾳ χρώμενοι κατ᾽ Αὐλίδα.
Κάλχας δ᾽ μάντις ἀπορίᾳ κεχρημένοις
90ἀνεῖλεν Ἰφιγένειαν ἣν ἔσπειρ᾽ ἐγὼ
Ἀρτέμιδι θῦσαι τῇ τόδ᾽ οἰκούσῃ πέδον,
καὶ πλοῦν τ᾽ ἔσεσθαι καὶ κατασκαφὰς Φρυγῶν
θύσασι, μὴ θύσασι δ᾽ οὐκ εἶναι τάδε.
κλύων δ᾽ ἐγὼ ταῦτ᾽, ὀρθίῳ κηρύγματι
95Ταλθύβιον εἶπον πάντ᾽ ἀφιέναι στρατόν,
ὡς οὔποτ᾽ ἂν τλὰς θυγατέρα κτανεῖν ἐμήν.
οὗ δή μ᾽ ἀδελφὸς πάντα προσφέρων λόγον
ἔπεισε τλῆναι δεινά. κἀν δέλτου πτυχαῖς
γράψας ἔπεμψα πρὸς δάμαρτα τὴν ἐμὴν
100πέμπειν Ἀχιλλεῖ θυγατέρ᾽ ὡς γαμουμένην,
τό τ᾽ ἀξίωμα τἀνδρὸς ἐκγαυρούμενος,
συμπλεῖν τ᾽ Ἀχαιοῖς οὕνεκ᾽ οὐ θέλοι λέγων,
εἰ μὴ παρ᾽ ἡμῶν εἶσιν ἐς Φθίαν λέχος:
πειθὼ γὰρ εἶχον τήνδε πρὸς δάμαρτ᾽ ἐμήν,
105ψευδῆ συνάψας ἀντὶ παρθένου γάμον.
μόνοι δ᾽ Ἀχαιῶν ἴσμεν ὡς ἔχει τάδε
Κάλχας Ὀδυσσεὺς Μενέλεώς θ᾽. δ᾽ οὐ καλῶς
ἔγνων τότ᾽, αὖθις μεταγράφω καλῶς πάλιν
ἐς τήνδε δέλτον, ἣν κατ᾽ εὐφρόνης σκιὰν
110λύοντα καὶ συνδοῦντά μ᾽ εἰσεῖδες, γέρον.
ἀλλ᾽ εἶα χώρει τάσδ᾽ ἐπιστολὰς λαβὼν
πρὸς Ἄργος. δὲ κέκευθε δέλτος ἐν πτυχαῖς,
λόγῳ φράσω σοι πάντα τἀγγεγραμμένα:
πιστὸς γὰρ ἀλόχῳ τοῖς τ᾽ ἐμοῖς δόμοισιν εἶ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1891)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: