previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπεὶ δ᾽ ἐς αὐλοὺς ἧκον ἐς κρατῆρά τε
κοινόν, γέρων ἔλεξ᾽: Ἀφαρπάζειν χρεὼν
οἰνηρὰ τεύχη σμικρά, μεγάλα δ᾽ ἐσφέρειν,
1180ὡς θᾶσσον ἔλθωσ᾽ οἵδ᾽ ἐς ἡδονὰς φρενῶν.
ἦν δὴ φερόντων μόχθος ἀργυρηλάτους
χρυσέας τε φιάλας: δὲ λαβὼν ἐξαίρετον,
ὡς τῷ νέῳ δὴ δεσπότῃ χάριν φέρων,
ἔδωκε πλῆρες τεῦχος, εἰς οἶνον βαλὼν
1185 φασι δοῦναι φάρμακον δραστήριον
δέσποιναν, ὡς παῖς νέος ἐκλίποι φάος:
κοὐδεὶς τάδ᾽ ᾔδειν. ἐν χεροῖν ἔχοντι δὲ
σπονδὰς μετ᾽ ἄλλων παιδὶ τῷ πεφηνότι
βλασφημίαν τις οἰκετῶν ἐφθέγξατο:
1190 δ᾽, ὡς ἐν ἱερῷ μάντεσίν τ᾽ ἐσθλοῖς τραφείς,
οἰωνὸν ἔθετο, κἀκέλευσ᾽ ἄλλον νέον
κρατῆρα πληροῦν: τὰς δὲ πρὶν σπονδὰς θεοῦ
δίδωσι γαίᾳ, πᾶσί τ᾽ ἐκσπένδειν λέγει.
σιγὴ δ᾽ ὑπῆλθεν. ἐκ δ᾽ ἐπίμπλαμεν δρόσου
1195κρατῆρας ἱεροὺς Βυβλίνου τε πώματος.
κἀν τῷδε μόχθῳ πτηνὸς ἐσπίπτει δόμοις
κῶμος πελειῶνΛοξίου γὰρ ἐν δόμοις
ἄτρεστα ναίουσ᾽ὡς δ᾽ ἀπέσπεισαν μέθυ,
ἐς αὐτὸ χείλη πώματος κεχρημέναι
1200καθῆκαν, εἷλκον δ᾽ εὐπτέρους ἐς αὐχένας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Robert Potter, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: