previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κρέουσα

ἀπεννέπω σε μὴ κατακτείνειν ἐμὲ
ὑπέρ τ᾽ ἐμαυτῆς τοῦ θεοῦ θ᾽ ἵν᾽ ἕσταμεν.

Ἴων

τί δ᾽ ἐστὶ Φοίβῳ σοί τε κοινὸν ἐν μέσῳ;

Κρέουσα

1285ἱερὸν τὸ σῶμα τῷ θεῷ δίδωμ᾽ ἔχειν.

Ἴων

κἄπειτ᾽ ἔκαινες φαρμάκοις τὸν τοῦ θεοῦ;

Κρέουσα

ἀλλ᾽ οὐκέτ᾽ ἦσθα Λοξίου, πατρὸς δὲ σοῦ.

Ἴων

ἀλλ᾽ ἐγενόμεσθα πατρός: οὐσίαν λέγω.

Κρέουσα

οὐκοῦν τότ᾽ ἦσθα: νῦν δ᾽ ἐγώ, σὺ δ᾽ οὐκέτι.

Ἴων

1290οὐκ εὐσεβεῖς γε: τἀμὰ δ᾽ εὐσεβῆ τότ᾽ ἦν.

Κρέουσα

ἔκτεινά σ᾽ ὄντα πολέμιον δόμοις ἐμοῖς.

Ἴων

οὔτοι σὺν ὅπλοις ἦλθον ἐς τὴν σὴν χθόνα.

Κρέουσα

μάλιστα: κἀπίμπρης γ᾽ Ἐρεχθέως δόμους.

Ἴων

ποίοισι πανοῖς πυρὸς ποίᾳ φλογί;

Κρέουσα

1295ἔμελλες οἰκεῖν τἄμ᾽, ἐμοῦ βίᾳ λαβών.

Ἴων

πατρός γε γῆν διδόντος ἣν ἐκτήσατο.

Κρέουσα

τοῖς Αἰόλου δὲ πῶς μετῆν τῶν Παλλάδος;

Ἴων

ὅπλοισιν αὐτήν, οὐ λόγοις ἐρρύσατο.

Κρέουσα

ἐπίκουρος οἰκήτωρ γ᾽ ἂν οὐκ εἴη χθονός.

Ἴων

1300κἄπειτα τοῦ μέλλειν μ᾽ ἀπέκτεινες φόβῳ;

Κρέουσα

ὡς μὴ θάνοιμί γ᾽, εἰ σὺ μὴ μέλλων τύχοις.

Ἴων

φθονεῖς ἄπαις οὖσ᾽, εἰ πατὴρ ἐξηῦρέ με.

Κρέουσα

σὺ τῶν ἀτέκνων δῆτ᾽ ἀναρπάσεις δόμους;

Ἴων

ἡμῖν δέ γ᾽ ἀλλὰ πατρικῆς οὐκ ἦν μέρος;

Κρέουσα

1305ὅσ᾽ ἀσπὶς ἔγχος θ᾽: ἥδε σοι παμπησία.

Ἴων

ἔκλειπε βωμὸν καὶ θεηλάτους ἕδρας.

Κρέουσα

τὴν σὴν ὅπου σοι μητέρ᾽ ἐστὶ νουθέτει.

Ἴων

σὺ δ᾽ οὐχ ὑφέξεις ζημίαν, κτείνουσ᾽ ἐμέ;

Κρέουσα

ἤν γ᾽ ἐντὸς ἀδύτων τῶνδέ με σφάξαι θέλῃς.

Ἴων

1310τίς ἡδονή σοι θεοῦ θανεῖν ἐν στέμμασι;

Κρέουσα

λυπήσομέν τιν᾽, ὧν λελυπήμεσθ᾽ ὕπο.

Ἴων

φεῦ.
δεινόν γε, θνητοῖς τοὺς νόμους ὡς οὐ καλῶς
ἔθηκεν θεὸς οὐδ᾽ ἀπὸ γνώμης σοφῆς:
τοὺς μὲν γὰρ ἀδίκους βωμὸν οὐχ ἵζειν ἐχρῆν,
1315ἀλλ᾽ ἐξελαύνειν: οὐδὲ γὰρ ψαύειν καλὸν
θεῶν πονηρὰν χεῖρα: τοῖσι δ᾽ ἐνδίκοις
ἱερὰ καθίζειν, ὅστις ἠδικεῖτ᾽, ἐχρῆν:
καὶ μὴ 'πὶ ταὐτὸ τοῦτ᾽ ἰόντ᾽ ἔχειν ἴσον
τόν τ᾽ ἐσθλὸν ὄντα τόν τε μὴ θεῶν πάρα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Robert Potter, 1938)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: