previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Χορός

1510μηδεὶς δοκείτω μηδὲν ἀνθρώπων ποτὲ
ἄελπτον εἶναι πρὸς τὰ τυγχάνοντα νῦν.

Ἴων

μεταβαλοῦσα μυρίους ἤδη βροτῶν
καὶ δυστυχῆσαι καὖθις αὖ πρᾶξαι καλῶς,
Τύχη, παρ᾽ οἵαν ἤλθομεν στάθμην βίου
1515μητέρα φονεῦσαι καὶ παθεῖν ἀνάξια.
φεῦ:
ἆρ᾽ ἐν φαενναῖς ἡλίου περιπτυχαῖς
ἔνεστι πάντα τάδε καθ᾽ ἡμέραν μαθεῖν;
φίλον μὲν οὖν σ᾽ εὕρημα, μῆτερ, ηὕρομεν,
καὶ τὸ γένος οὐδὲν μεμπτόν, ὡς ἡμῖν, τόδε:
1520τὰ δ᾽ ἄλλα πρὸς σὲ βούλομαι μόνην φράσαι.
δεῦρ᾽ ἔλθ᾽: ἐς οὖς γὰρ τοὺς λόγους εἰπεῖν θέλω
καὶ περικαλύψαι τοῖσι πράγμασι σκότον.
ὅρα σύ, μῆτερ: μὴ σφαλεῖσ᾽ παρθένοις
ἐγγίγνεται νοσήματ᾽ ἐς κρυπτοὺς γάμους,
1525ἔπειτα τῷ θεῷ προστίθης τὴν αἰτίαν,
καὶ τοὐμὸν αἰσχρὸν ἀποφυγεῖν πειρωμένη,
Φοίβῳ τεκεῖν με φῄς, τεκοῦσ᾽ οὐκ ἐκ θεοῦ;

Κρέουσα

μὰ τὴν παρασπίζουσαν ἅρμασίν ποτε
Νίκην Ἀθηνᾶν Ζηνὶ γηγενεῖς ἔπι,
1530οὐκ ἔστιν ὅστις σοι πατὴρ θνητῶν, τέκνον,
ἀλλ᾽ ὅσπερ ἐξέθρεψε, Λοξίας ἄναξ.

Ἴων

πῶς οὖν τὸν αὑτοῦ παῖδ᾽ ἔδωκ᾽ ἄλλῳ πατρὶ
Ξούθου τέ φησι παῖδά μ᾽ ἐκπεφυκέναι;

Κρέουσα

πεφυκέναι μὲν οὐχί, δωρεῖται δέ σε
1535αὑτοῦ γεγῶτα: καὶ γὰρ ἂν φίλος φίλῳ
δοίη τὸν αὑτοῦ παῖδα δεσπότην δόμων.

Ἴων

θεὸς ἀληθὴς μάτην μαντεύεται,
ἐμοῦ ταράσσει, μῆτερ, εἰκότως φρένα.

Κρέουσα

ἄκουε δή νυν ἅμ᾽ ἐσῆλθεν, τέκνον:
1540εὐεργετῶν σε Λοξίας ἐς εὐγενῆ
δόμον καθίζει: τοῦ θεοῦ δὲ λεγόμενος,
οὐκ ἔσχες ἄν ποτ᾽ οὔτε παγκλήρους δόμους
οὔτ᾽ ὄνομα πατρός. πῶς γάρ, οὗ γ᾽ ἐγὼ γάμους
ἔκρυπτον αὐτὴ καί σ᾽ ἀπέκτεινον λάθρα;
1545 δ᾽ ὠφελῶν σε προστίθησ᾽ ἄλλῳ πατρί.

Ἴων

οὐχ ὧδε φαύλως αὔτ᾽ ἐγὼ μετέρχομαι,
ἀλλ᾽ ἱστορήσω Φοῖβον εἰσελθὼν δόμους,
εἴτ᾽ εἰμὶ θνητοῦ πατρὸς εἴτε Λοξίου.
ἔα: τίς οἴκων θυοδόκων ὑπερτελὴς
1550ἀντήλιον πρόσωπον ἐκφαίνει θεῶν;
φεύγωμεν, τεκοῦσα, μὴ τὰ δαιμόνων
ὁρῶμενεἰ μὴ καιρός ἐσθ᾽ ἡμᾶς ὁρᾶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Robert Potter, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: