previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἰφιγένεια

ἰὼ δμωαί,
δυσθρηνήτοις ὡς θρήνοις
145ἔγκειμαι, τᾶς οὐκ εὐμούσου
μολπᾶς βοὰν ἀλύροις ἐλέγοις, αἰαῖ,
αἰαῖ, κηδείοις οἴκτοισιν:
αἵ μοι συμβαίνουσ᾽ ἆται,
σύγγονον ἁμὸν κατακλαιομένα
150ζωᾶς, οἵαν οἵαν ἰδόμαν
ὄψιν ὀνείρων
νυκτός, τᾶς ἐξῆλθ᾽ ὄρφνα.
ὀλόμαν ὀλόμαν:
οὐκ εἴσ᾽ οἶκοι πατρῷοι:
οἴμοι μοι φροῦδος γέννα.
155φεῦ φεῦ τῶν Ἄργει μόχθων.
ἰὼ δαῖμον,
μόνον ὅς με κασίγνητον συλᾷς
Ἀίδᾳ πέμψας, τάσδε χοὰς
160μέλλω κρατῆρά τε τὸν φθιμένων
ὑδραίνειν γαίας ἐν νώτοις
πηγάς τ᾽ οὐρείων ἐκ μόσχων
Βάκχου τ᾽ οἰνηρὰς λοιβὰς
165ξουθᾶν τε πόνημα μελισσᾶν,
νεκροῖς θελκτήρια κεῖται.
ἀλλ᾽ ἔνδος μοι πάγχρυσον
τεῦχος καὶ λοιβὰν Ἅιδα.
170 κατὰ γαίας Ἀγαμεμνόνιον
θάλος, ὡς φθιμένῳ τάδε σοι πέμπω:
δέξαι δ᾽: οὐ γὰρ πρὸς τύμβον σοι
ξανθὰν χαίταν, οὐ δάκρυ᾽ οἴσω.
175τηλόσε γὰρ δὴ σᾶς ἀπενάσθην
πατρίδος καὶ ἐμᾶς, ἔνθα δοκήμασι
κεῖμαι σφαχθεῖσ᾽ τλάμων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Robert Potter, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: