previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἰφιγένεια

πότερος ἄρ᾽ ὑμῶν ἐνθάδ᾽ ὠνομασμένος
Πυλάδης κέκληται; τόδε μαθεῖν πρῶτον θέλω.

Ὀρέστης

ὅδ᾽, εἴ τι δή σοι τοῦτ᾽ ἐν ἡδονῇ μαθεῖν.

Ἰφιγένεια

495ποίας πολίτης πατρίδος Ἕλληνος γεγώς;

Ὀρέστης

τί δ᾽ ἂν μαθοῦσα τόδε πλέον λάβοις, γύναι;

Ἰφιγένεια

πότερον ἀδελφὼ μητρός ἐστον ἐκ μιᾶς;

Ὀρέστης

φιλότητί γ᾽: ἐσμὲν δ᾽ οὐ κασιγνήτω, γύναι.

Ἰφιγένεια

σοὶ δ᾽ ὄνομα ποῖον ἔθεθ᾽ γεννήσας πατήρ;

Ὀρέστης

500τὸ μὲν δίκαιον Δυστυχὴς καλοίμεθ᾽ ἄν.

Ἰφιγένεια

οὐ τοῦτ᾽ ἐρωτῶ: τοῦτο μὲν δὸς τῇ τύχῃ.

Ὀρέστης

ἀνώνυμοι θανόντες οὐ γελῴμεθ᾽ ἄν.

Ἰφιγένεια

τί δὲ φθονεῖς τοῦτο; φρονεῖς οὕτω μέγα;

Ὀρέστης

τὸ σῶμα θύσεις τοὐμόν, οὐχὶ τοὔνομα.

Ἰφιγένεια

505οὐδ᾽ ἂν πόλιν φράσειας ἥτις ἐστί σοι;

Ὀρέστης

ζητεῖς γὰρ οὐδὲν κέρδος, ὡς θανουμένῳ.

Ἰφιγένεια

χάριν δὲ δοῦναι τήνδε κωλύει τί σε;

Ὀρέστης

τὸ κλεινὸν Ἄργος πατρίδ᾽ ἐμὴν ἐπεύχομαι.

Ἰφιγένεια

πρὸς θεῶν, ἀληθῶς, ξέν᾽, εἶ κεῖθεν γεγώς;

Ὀρέστης

510ἐκ τῶν Μυκηνῶν γ᾽, αἵ ποτ᾽ ἦσαν ὄλβιαι.

Ἰφιγένεια

φυγὰς δ᾽ ἀπῆρας πατρίδος, ποίᾳ τύχῃ;

Ὀρέστης

φεύγω τρόπον γε δή τιν᾽ οὐχ ἑκὼν ἑκών.

Ἰφιγένεια

ἆρ᾽ ἄν τί μοι φράσειας ὧν ἐγὼ θέλω;

Ὀρέστης

ὡς ἐν παρέργῳ τῆς ἐμῆς δυσπραξίας.

Ἰφιγένεια

515καὶ μὴν ποθεινός γ᾽ ἦλθες ἐξ Ἄργους μολών.

Ὀρέστης

οὔκουν ἐμαυτῷ γ᾽: εἰ δὲ σοί, σὺ τοῦτ᾽ ἔρα.

Ἰφιγένεια

Τροίαν ἴσως οἶσθ᾽, ἧς ἁπανταχοῦ λόγος.

Ὀρέστης

ὡς μήποτ᾽ ὤφελόν γε μηδ᾽ ἰδὼν ὄναρ.

Ἰφιγένεια

φασίν νιν οὐκέτ᾽ οὖσαν οἴχεσθαι δορί.

Ὀρέστης

520ἔστιν γὰρ οὕτως οὐδ᾽ ἄκραντ᾽ ἠκούσατε.

Ἰφιγένεια

Ἑλένη δ᾽ ἀφῖκται δῶμα Μενέλεω πάλιν;

Ὀρέστης

ἥκει, κακῶς γ᾽ ἐλθοῦσα τῶν ἐμῶν τινι.

Ἰφιγένεια

καὶ ποῦ 'στι; κἀμοὶ γάρ τι προυφείλει κακόν.

Ὀρέστης

Σπάρτῃ ξυνοικεῖ τῷ πάρος ξυνευνέτῃ.

Ἰφιγένεια

525 μῖσος εἰς Ἕλληνας, οὐκ ἐμοὶ μόνῃ.

Ὀρέστης

ἀπέλαυσα κἀγὼ δή τι τῶν κείνης γάμων.

Ἰφιγένεια

νόστος δ᾽ Ἀχαιῶν ἐγένεθ᾽, ὡς κηρύσσεται;

Ὀρέστης

ὡς πάνθ᾽ ἅπαξ με συλλαβοῦσ᾽ ἀνιστορεῖς.

Ἰφιγένεια

πρὶν γὰρ θανεῖν σε, τοῦδ᾽ ἐπαυρέσθαι θέλω.

Ὀρέστης

530ἔλεγχ᾽, ἐπειδὴ τοῦδ᾽ ἐρᾷς: λέξω δ᾽ ἐγώ.

Ἰφιγένεια

Κάλχας τις ἦλθε μάντις ἐκ Τροίας πάλιν;

Ὀρέστης

ὄλωλεν, ὡς ἦν ἐν Μυκηναίοις λόγος.

Ἰφιγένεια

πότνι᾽, ὡς εὖ. — τί γὰρ Λαέρτου γόνος;

Ὀρέστης

οὔπω νενόστηκ᾽ οἶκον, ἔστι δ᾽, ὡς λόγος.

Ἰφιγένεια

535ὄλοιτο, νόστου μήποτ᾽ ἐς πάτραν τυχών.

Ὀρέστης

μηδὲν κατεύχου: πάντα τἀκείνου νοσεῖ.

Ἰφιγένεια

Θέτιδος δ᾽ τῆς Νηρῇδος ἔστι παῖς ἔτι;

Ὀρέστης

οὐκ ἔστιν: ἄλλως λέκτρ᾽ ἔγημ᾽ ἐν Αὐλίδι.

Ἰφιγένεια

δόλια γάρ, ὡς ἴσασιν οἱ πεπονθότες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: