previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Μήδεια
φίλαι, πάλαι τοι προσμένουσα τὴν τύχην
καραδοκῶ τἀκεῖθεν οἷ προβήσεται.
καὶ δὴ δέδορκα τόνδε τῶν Ἰάσονος
στείχοντ᾽ ὀπαδῶν: πνεῦμα δ᾽ ἠρεθισμένον
1120δείκνυσιν ὥς τι καινὸν ἀγγελεῖ κακόν.

Ἄγγελος
[ὦ δεινὸν ἔργον παρανόμως εἰργασμένη,]
Μήδεια, φεῦγε φεῦγε, μήτε ναΐαν
λιποῦσ᾽ ἀπήνην μήτ᾽ ὄχον πεδοστιβῆ.

Μήδεια
τί δ᾽ ἄξιόν μοι τῆσδε τυγχάνει φυγῆς;

Ἄγγελος
1125ὄλωλεν τύραννος ἀρτίως κόρη
Κρέων θ᾽ φύσας φαρμάκων τῶν σῶν ὕπο.

Μήδεια
κάλλιστον εἶπας μῦθον, ἐν δ᾽ εὐεργέταις
τὸ λοιπὸν ἤδη καὶ φίλοις ἐμοῖς ἔσῃ.

Ἄγγελος
τί φῄς; φρονεῖς μὲν ὀρθὰ κοὐ μαίνῃ, γύναι,
1130ἥτις, τυράννων ἑστίαν ᾐκισμένη,
χαίρεις κλύουσα κοὐ φοβῇ τὰ τοιάδε;

Μήδεια
ἔχω τι κἀγὼ τοῖσι σοῖς ἐναντίον
λόγοισιν εἰπεῖν: ἀλλὰ μὴ σπέρχου, φίλος,
λέξον δέ: πῶς ὤλοντο; δὶς τόσον γὰρ ἂν
1135τέρψειας ἡμᾶς, εἰ τεθνᾶσι παγκάκως.

load focus English (David Kovacs)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: