Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Μήδεια
160ὦ μεγάλα Θέμι καὶ πότνι᾽ Ἄρτεμι,
λεύσσεθ᾽ ἃ πάσχω, μεγάλοις ὅρκοις
ἐνδησαμένα τὸν κατάρατον
πόσιν; ὅν ποτ᾽ ἐγὼ νύμφαν τ᾽ ἐσίδοιμ᾽
αὐτοῖς μελάθροις διακναιομένους,
165οἷ᾽ ἐμὲ πρόσθεν τολμῶσ᾽ ἀδικεῖν.
ὦ πάτερ, ὦ πόλις, ὧν κάσιν αἰσχρῶς
τὸν ἐμὸν κτείνασ᾽ ἀπενάσθην.
Τροφός
κλύεθ᾽ οἷα λέγει κἀπιβοᾶται
Θέμιν εὐκταίαν Ζηνός, ὃς ὅρκων
170θνητοῖς ταμίας νενόμισται;
οὐκ ἔστιν ὅπως ἔν τινι μικρῷ
δέσποινα χόλον καταπαύσει.