previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Μήδεια
φεῦ φεῦ.
οὐ νῦν με πρῶτον ἀλλὰ πολλάκις, Κρέον,
ἔβλαψε δόξα μεγάλα τ᾽ εἴργασται κακά.
χρὴ δ᾽ οὔποθ᾽ ὅστις ἀρτίφρων πέφυκ᾽ ἀνὴρ
295παῖδας περισσῶς ἐκδιδάσκεσθαι σοφούς:
χωρὶς γὰρ ἄλλης ἧς ἔχουσιν ἀργίας
φθόνον πρὸς ἀστῶν ἀλφάνουσι δυσμενῆ.
σκαιοῖσι μὲν γὰρ καινὰ προσφέρων σοφὰ
δόξεις ἀχρεῖος κοὐ σοφὸς πεφυκέναι:
300τῶν δ᾽ αὖ δοκούντων εἰδέναι τι ποικίλον
κρείσσων νομισθεὶς ἐν πόλει λυπρὸς φανῇ.
ἐγὼ δὲ καὐτὴ τῆσδε κοινωνῶ τύχης:
σοφὴ γὰρ οὖσα, τοῖς μέν εἰμ᾽ ἐπίφθονος,
[τοῖς δ᾽ ἡσυχαία, τοῖς δὲ θατέρου τρόπου,
305τοῖς δ᾽ αὖ προσάντης: εἰμὶ δ᾽ οὐκ ἄγαν σοφή,]
σὺ δ᾽ αὖ φοβῇ με: μὴ τί πλημμελὲς πάθῃς;
οὐχ ὧδ᾽ ἔχει μοι, μὴ τρέσῃς ἡμᾶς, Κρέον,
ὥστ᾽ ἐς τυράννους ἄνδρας ἐξαμαρτάνειν.
σὺ γὰρ τί μ᾽ ἠδίκηκας; ἐξέδου κόρην
310ὅτῳ σε θυμὸς ἦγεν. ἀλλ᾽ ἐμὸν πόσιν
μισῶ: σὺ δ᾽, οἶμαι, σωφρονῶν ἔδρας τάδε.
καὶ νῦν τὸ μὲν σὸν οὐ φθονῶ καλῶς ἔχειν:
νυμφεύετ᾽, εὖ πράσσοιτε: τήνδε δὲ χθόνα
ἐᾶτέ μ᾽ οἰκεῖν. καὶ γὰρ ἠδικημένοι
315σιγησόμεσθα, κρεισσόνων νικώμενοι.

Κρέων
λέγεις ἀκοῦσαι μαλθάκ᾽, ἀλλ᾽ ἔσω φρενῶν
ὀρρωδία μοι μή τι βουλεύσῃς κακόν,
τοσῷδε δ᾽ ἧσσον πάρος πέποιθά σοι:
γυνὴ γὰρ ὀξύθυμος, ὡς δ᾽ αὔτως ἀνήρ,
320ῥᾴων φυλάσσειν σιωπηλὸς σοφή.
ἀλλ᾽ ἔξιθ᾽ ὡς τάχιστα, μὴ λόγους λέγε:
ὡς ταῦτ᾽ ἄραρε, κοὐκ ἔχεις τέχνην ὅπως
μενεῖς παρ᾽ ἡμῖν οὖσα δυσμενὴς ἐμοί.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: