previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἰάσων
οὐ νῦν κατεῖδον πρῶτον ἀλλὰ πολλάκις
τραχεῖαν ὀργὴν ὡς ἀμήχανον κακόν.
σοὶ γὰρ παρὸν γῆν τήνδε καὶ δόμους ἔχειν
κούφως φερούσῃ κρεισσόνων βουλεύματα,
450λόγων ματαίων οὕνεκ᾽ ἐκπεσῇ χθονός.
κἀμοὶ μὲν οὐδὲν πρᾶγμα: μὴ παύσῃ ποτὲ
λέγουσ᾽ Ἰάσον᾽ ὡς κάκιστός ἐστ᾽ ἀνήρ.
δ᾽ ἐς τυράννους ἐστί σοι λελεγμένα,
πᾶν κέρδος ἡγοῦ ζημιουμένη φυγῇ.
455κἀγὼ μὲν αἰεὶ βασιλέων θυμουμένων
ὀργὰς ἀφῄρουν καί σ᾽ ἐβουλόμην μένειν:
σὺ δ᾽ οὐκ ἀνίεις μωρίας, λέγουσ᾽ ἀεὶ
κακῶς τυράννους: τοιγὰρ ἐκπεσῇ χθονός.

ὅμως δὲ κἀκ τῶνδ᾽ οὐκ ἀπειρηκὼς φίλοις
460ἥκω, τὸ σὸν δὲ προσκοπούμενος, γύναι,
ὡς μήτ᾽ ἀχρήμων σὺν τέκνοισιν ἐκπέσῃς
μήτ᾽ ἐνδεής του: πόλλ᾽ ἐφέλκεται φυγὴ
κακὰ ξὺν αὑτῇ. καὶ γὰρ εἰ σύ με στυγεῖς,
οὐκ ἂν δυναίμην σοὶ κακῶς φρονεῖν ποτε.

Μήδεια

Μήδεια
465 παγκάκιστε, τοῦτο γάρ σ᾽ εἰπεῖν ἔχω
γλώσσῃ μέγιστον εἰς ἀνανδρίαν κακόν,
ἦλθες πρὸς ἡμᾶς, ἦλθες ἔχθιστος γεγώς
[θεοῖς τε κἀμοὶ παντί τ᾽ ἀνθρώπων γένει];
οὔτοι θράσος τόδ᾽ ἐστὶν οὐδ᾽ εὐτολμία,
470φίλους κακῶς δράσαντ᾽ ἐναντίον βλέπειν,
ἀλλ᾽ μεγίστη τῶν ἐν ἀνθρώποις νόσων
πασῶν, ἀναίδει᾽. εὖ δ᾽ ἐποίησας μολών:
ἐγώ τε γὰρ λέξασα κουφισθήσομαι
ψυχὴν κακῶς σὲ καὶ σὺ λυπήσῃ κλύων.
475

ἐκ τῶν δὲ πρώτων πρῶτον ἄρξομαι λέγειν:
ἔσωσά σ᾽, ὡς ἴσασιν Ἑλλήνων ὅσοι
ταὐτὸν συνεισέβησαν Ἀργῷον σκάφος,
πεμφθέντα ταύρων πυρπνόων ἐπιστάτην
ζεύγλαισι καὶ σπεροῦντα θανάσιμον γύην:
480δράκοντά θ᾽, ὃς πάγχρυσον ἀμπέχων δέρος
σπείραις ἔσῳζε πολυπλόκοις ἄυπνος ὤν,
κτείνασ᾽ ἀνέσχον σοὶ φάος σωτήριον.
αὐτὴ δὲ πατέρα καὶ δόμους προδοῦσ᾽ ἐμοὺς
τὴν Πηλιῶτιν εἰς Ἰωλκὸν ἱκόμην
485σὺν σοί, πρόθυμος μᾶλλον σοφωτέρα:
Πελίαν τ᾽ ἀπέκτειν᾽, ὥσπερ ἄλγιστον θανεῖν,
παίδων ὕπ᾽ αὐτοῦ, πάντα τ᾽ ἐξεῖλον δόμον.
καὶ ταῦθ᾽ ὑφ᾽ ἡμῶν, κάκιστ᾽ ἀνδρῶν, παθὼν
προύδωκας ἡμᾶς, καινὰ δ᾽ ἐκτήσω λέχη,
490παίδων γεγώτων: εἰ γὰρ ἦσθ᾽ ἄπαις ἔτι,
συγγνώστ᾽ ἂν ἦν σοι τοῦδ᾽ ἐρασθῆναι λέχους.

load focus English (David Kovacs)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: