previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Αἰγεύς
Μήδεια, χαῖρε: τοῦδε γὰρ προοίμιον
κάλλιον οὐδεὶς οἶδε προσφωνεῖν φίλους.

Μήδεια
665 χαῖρε καὶ σύ, παῖ σοφοῦ Πανδίονος,
Αἰγεῦ. πόθεν γῆς τῆσδ᾽ ἐπιστρωφᾷ πέδον;

Αἰγεύς
Φοίβου παλαιὸν ἐκλιπὼν χρηστήριον.

Μήδεια
τί δ᾽ ὀμφαλὸν γῆς θεσπιῳδὸν ἐστάλης;

Αἰγεύς
παίδων ἐρευνῶν σπέρμ᾽ ὅπως γένοιτό μοι.

Μήδεια
670πρὸς θεῶν, ἄπαις γὰρ δεῦρ᾽ ἀεὶ τείνεις βίον;

Αἰγεύς
ἄπαιδές ἐσμεν δαίμονός τινος τύχῃ.

Μήδεια
δάμαρτος οὔσης λέχους ἄπειρος ὤν;

Αἰγεύς
οὐκ ἐσμὲν εὐνῆς ἄζυγες γαμηλίου.

Μήδεια
τί δῆτα Φοῖβος εἶπέ σοι παίδων πέρι;

Αἰγεύς
675σοφώτερ᾽ κατ᾽ ἄνδρα συμβαλεῖν ἔπη.

Μήδεια
θέμις μὲν ἡμᾶς χρησμὸν εἰδέναι θεοῦ;

Αἰγεύς
μάλιστ᾽, ἐπεί τοι καὶ σοφῆς δεῖται φρενός.

Μήδεια
τί δῆτ᾽ ἔχρησε; λέξον, εἰ θέμις κλύειν.

Αἰγεύς
ἀσκοῦ με τὸν προύχοντα μὴ λῦσαι πόδα...

Μήδεια
680πρὶν ἂν τί δράσῃς τίν᾽ ἐξίκῃ χθόνα;

Αἰγεύς
πρὶν ἂν πατρῴαν αὖθις ἑστίαν μόλω.

Μήδεια
σὺ δ᾽ ὡς τί χρῄζων τήνδε ναυστολεῖς χθόνα;

Αἰγεύς
Πιτθεύς τις ἔστι, γῆς ἄναξ Τροζηνίας.

Μήδεια
παῖς, ὡς λέγουσι, Πέλοπος, εὐσεβέστατος.

Αἰγεύς
685τούτῳ θεοῦ μάντευμα κοινῶσαι θέλω.

Μήδεια
σοφὸς γὰρ ἁνὴρ καὶ τρίβων τὰ τοιάδε.

Αἰγεύς
κἀμοί γε πάντων φίλτατος δορυξένων.

Μήδεια
ἀλλ᾽ εὐτυχοίης καὶ τύχοις ὅσων ἐρᾷς.

load focus English (David Kovacs)
hide References (2 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.3.1
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: