Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
— ἰὼ ἰὼ φίλαι,
κτύπον ἐγείρετε, κτύπον καὶ βοὰν
πρὸ μελάθρων, ὅπως ὁ πραχθεὶς φόνος
1355μὴ δεινὸν Ἀργείοισιν ἐμβάλῃ φόβον,
βοηδρομῆσαι πρὸς δόμους τυραννικούς,
πρὶν ἐτύμως ἴδω τὸν Ἑλένας φόνον
καθαιμακτὸν ἐν δόμοις κείμενον,
ἢ καὶ λόγον του προσπόλων πυθώμεθα:
1360τὰ μὲν γὰρ οἶδα συμφορᾶς, τὰ δ᾽ οὐ σαφῶς.
— διὰ δίκας ἔβα θεῶν
νέμεσις ἐς Ἑλέναν.
δακρύοισι γὰρ Ἑλλάδ᾽ ἅπασαν ἔπλησε,
διὰ τὸν ὀλόμενον ὀλόμενον Ἰδαῖον
1365Πάριν, ὃς ἄγαγ᾽ Ἑλλάδ᾽ εἰς Ἴλιον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.