previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κοὐδεὶς ἔτ᾽ εἶπε. σὸς δ᾽ ἐπῆλθε σύγγονος,
ἔλεξε δ᾽: γῆν Ἰνάχου κεκτημένοι,
πάλαι Πελασγοί, Δαναΐδαι δεύτερον,
ὑμῖν ἀμύνων οὐδὲν ἧσσον πατρὶ
935ἔκτεινα μητέρ᾽. εἰ γὰρ ἀρσένων φόνος
ἔσται γυναιξὶν ὅσιος, οὐ φθάνοιτ᾽ ἔτ᾽ ἂν
θνῄσκοντες, γυναιξὶ δουλεύειν χρεών:
τοὐναντίον δὲ δράσετ᾽ δρᾶσαι χρεών.
νῦν μὲν γὰρ προδοῦσα λέκτρ᾽ ἐμοῦ πατρὸς
940τέθνηκεν: εἰ δὲ δὴ κατακτενεῖτ᾽ ἐμέ,
νόμος ἀνεῖται, κοὐ φθάνοι θνῄσκων τις ἄν:
ὡς τῆς γε τόλμης οὐ σπάνις γενήσεται.

ἀλλ᾽ οὐκ ἔπειθ᾽ ὅμιλον, εὖ δοκῶν λέγειν.
νικᾷ δ᾽ ἐκεῖνος κακὸς ἐν πλήθει λέγων,
945ὃς ἠγόρευσε σύγγονον σέ τε κτανεῖν.
μόλις δ᾽ ἔπεισε μὴ πετρουμένους θανεῖν
τλήμων Ὀρέστης: αὐτόχειρι δὲ σφαγῇ
ὑπέσχετ᾽ ἐν τῇδ᾽ ἡμέρᾳ λείψειν βίον
σὺν σοί. πορεύει δ᾽ αὐτὸν ἐκκλήτων ἄπο
950Πυλάδης δακρύων: σὺν δ᾽ ὁμαρτοῦσιν φίλοι
κλαίοντες, οἰκτίροντες: ἔρχεται δέ σοι
πικρὸν θέαμα καὶ πρόσοψις ἀθλία.
ἀλλ᾽ εὐτρέπιζε φάσγαν᾽ βρόχον δέρῃ:
ὡς δεῖ λιπεῖν σε φέγγος: εὐγένεια δὲ
955οὐδέν σ᾽ ἐπωφέλησεν, οὐδ᾽ Πύθιος
τρίποδα καθίζων Φοῖβος, ἀλλ᾽ ἀπώλεσεν.

Χορός

δυστάλαινα παρθέν᾽, ὡς ξυνηρεφὲς
πρόσωπον εἰς γῆν σὸν βαλοῦσ᾽ ἄφθογγος εἶ,
ὡς εἰς στεναγμοὺς καὶ γόους δραμουμένη.]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: