previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Ἐτεοκλῆς

μῆτερ, οὐ λόγων ἔθ᾽ ἁγών, ἀλλ᾽ ἀναλοῦται χρόνος
οὑν μέσῳ μάτην, περαίνει δ᾽ οὐδὲν προθυμία:
590οὐ γὰρ ἂν ξυμβαῖμεν ἄλλως 'πὶ τοῖς εἰρημένοις,
ὥστ᾽ ἐμὲ σκήπτρων κρατοῦντα τῆσδ᾽ ἄνακτ᾽ εἶναι χθονός:
τῶν μακρῶν δ᾽ ἀπαλλαγεῖσα νουθετημάτων μ᾽ ἔα.
καὶ σὺ τῶνδ᾽ ἔξω κομίζου τειχέων, κατθανῇ.

Πολυνείκης

πρὸς τίνος; τίς ὧδ᾽ ἄτρωτος, ὅστις εἰς ἡμᾶς ξίφος
595φόνιον ἐμβαλὼν τὸν αὐτὸν οὐκ ἀποίσεται μόρον;

Ἐτεοκλῆς

ἐγγύς, οὐ πρόσω βέβηκεν: ἐς χέρας λεύσσεις ἐμάς;

Πολυνείκης

εἰσορῶ: δειλὸν δ᾽ πλοῦτος καὶ φιλόψυχον κακόν.

Ἐτεοκλῆς

κᾆτα σὺν πολλοῖσιν ἦλθες πρὸς τὸν οὐδὲν ἐς μάχην;

Πολυνείκης

ἀσφαλὴς γάρ ἐστ᾽ ἀμείνων θρασὺς στρατηλάτης.

Ἐτεοκλῆς

600κομπὸς εἶ σπονδαῖς πεποιθώς, αἵ σε σῴζουσιν θανεῖν.

Πολυνείκης

καὶ σέ: δεύτερον δ᾽ ἀπαιτῶ σκῆπτρα καὶ μέρη χθονός.

Ἐτεοκλῆς

οὐκ ἀπαιτούμεσθ᾽: ἐγὼ γὰρ τὸν ἐμὸν οἰκήσω δόμον.

Πολυνείκης

τοῦ μέρους ἔχων τὸ πλεῖον;

Ἐτεοκλῆς
φήμ᾽: ἀπαλλάσσου δὲ γῆς.

Πολυνείκης

θεῶν βωμοὶ πατρῴων

Ἐτεοκλῆς
οὓς σὺ πορθήσων πάρει.

Πολυνείκης

605κλύετέ μου

Ἐτεοκλῆς
τίς δ᾽ ἂν κλύοι σου πατρίδ᾽ ἐπεστρατευμένου;

Πολυνείκης

καὶ θεῶν τῶν λευκοπώλων δώματα

Ἐτεοκλῆς
οἳ στυγοῦσί σε.

Πολυνείκης

ἐξελαυνόμεσθα πατρίδος

Ἐτεοκλῆς
καὶ γὰρ ἦλθες ἐξελῶν.

Πολυνείκης

ἀδικίᾳ γ᾽, θεοί.

Ἐτεοκλῆς
Μυκήναις, μὴ 'νθάδ᾽ ἀνακάλει θεούς.

Πολυνείκης

ἀνόσιος πέφυκας

Ἐτεοκλῆς
ἀλλ᾽ οὐ πατρίδος, ὡς σύ, πολέμιος.

Πολυνείκης

610ὅς μ᾽ ἄμοιρον ἐξελαύνεις.

Ἐτεοκλῆς
καὶ κατακτενῶ γε πρός.

Πολυνείκης

πάτερ, κλύεις πάσχω;

Ἐτεοκλῆς
καὶ γὰρ οἷα δρᾷς κλύει.

Πολυνείκης

καὶ σύ, μῆτερ;

Ἐτεοκλῆς
ἀθέμιτόν σοι μητρὸς ὀνομάζειν κάρα.

Πολυνείκης

πόλις.

Ἐτεοκλῆς
μολὼν ἐς Ἄργος ἀνακάλει Λέρνης ὕδωρ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 1402
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: