previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


γυναῖκες, ὡς εὖ πατρὸς ἐξεῖλον φόβον,
κλέψας λόγοισιν, ὥσθ᾽ βούλομαι τυχεῖν:
ὅς μ᾽ ἐκκομίζει, πόλιν ἀποστερῶν τύχης,
καὶ δειλίᾳ δίδωσι. καὶ συγγνωστὰ μὲν
995γέροντι, τοὐμὸν δ᾽ οὐχὶ συγγνώμην ἔχει,
προδότην γενέσθαι πατρίδος μ᾽ ἐγείνατο.
ὡς οὖν ἂν εἰδῆτ᾽, εἶμι καὶ σῴσω πόλιν
ψυχήν τε δώσω τῆσδ᾽ ὑπερθανεῖν χθονός.
αἰσχρὸν γάρ: οἱ μὲν θεσφάτων ἐλεύθεροι
1000κοὐκ εἰς ἀνάγκην δαιμόνων ἀφιγμένοι
στάντες παρ᾽ ἀσπίδ᾽ οὐκ ὀκνήσουσιν θανεῖν,
πύργων πάροιθε μαχόμενοι πάτρας ὕπερ:
ἐγὼ δέ, πατέρα καὶ κασίγνητον προδοὺς
πόλιν τ᾽ ἐμαυτοῦ, δειλὸς ὣς ἔξω χθονὸς
1005ἄπειμ᾽: ὅπου δ᾽ ἂν ζῶ, κακὸς φανήσομαι.

μὰ τὸν μετ᾽ ἄστρων Ζῆν᾽ Ἄρη τε φοίνιον,
ὃς τοὺς ὑπερτείλαντας ἐκ γαίας ποτὲ
Σπαρτοὺς ἄνακτας τῆσδε γῆς ἱδρύσατο.
ἀλλ᾽ εἶμι καὶ στὰς ἐξ ἐπάλξεων ἄκρων
1010σφάξας ἐμαυτὸν σηκὸν ἐς μελαμβαθῆ
δράκοντος, ἔνθ᾽ μάντις ἐξηγήσατο,
ἐλευθερώσω γαῖαν: εἴρηται λόγος.
στείχω δέ, θανάτου δῶρον οὐκ αἰσχρὸν πόλει
δώσων, νόσου δὲ τήνδ᾽ ἀπαλλάξω χθόνα.
1015εἰ γὰρ λαβὼν ἕκαστος τι δύναιτό τις
χρηστὸν διέλθοι τοῦτο κἀς κοινὸν φέροι
πατρίδι, κακῶν ἂν αἱ πόλεις ἐλασσόνων
πειρώμεναι τὸ λοιπὸν εὐτυχοῖεν ἄν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: