previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Θησεύς

μῆτερ, τί κλαίεις λέπτ᾽ ἐπ᾽ ὀμμάτων φάρη
βαλοῦσα τῶν σῶν; ἆρα δυστήνους γόους
κλύουσα τῶνδε; κἀμὲ γὰρ διῆλθέ τι.
ἔπαιρε λευκὸν κρᾶτα, μὴ δακρυρρόει
290σεμναῖσι Δηοῦς ἐσχάραις παρημένη.

Αἴθρα

αἰαῖ.

Θησεύς
τὰ τούτων οὐχὶ σοὶ στενακτέον.

Αἴθρα

τλήμονες γυναῖκες.

Θησεύς
οὐ σὺ τῶνδ᾽ ἔφυς.

Αἴθρα

εἴπω τι, τέκνον, σοί τε καὶ πόλει καλόν;

Θησεύς

ὡς πολλά γ᾽ ἐστὶ κἀπὸ θηλειῶν σοφά.

Αἴθρα

295ἀλλ᾽ εἰς ὄκνον μοι μῦθος ὃν κεύθω φέρει.

Θησεύς

αἰσχρόν γ᾽ ἔλεξας, χρήστ᾽ ἔπη κρύπτειν φίλοις.

Αἴθρα

οὔτοι σιωπῶσ᾽ εἶτα μέμψομαί ποτε
τὴν νῦν σιωπὴν ὡς ἐσιγήθη κακῶς,
οὐδ᾽ ὡς ἀχρεῖον τὰς γυναῖκας εὖ λέγειν
300δείσασ᾽ ἀφήσω τῷ φόβῳ τοὐμὸν καλόν.
ἐγὼ δέ σ᾽, παῖ, πρῶτα μὲν τὰ τῶν θεῶν
σκοπεῖν κελεύω μὴ σφαλῇς ἀτιμάσας:
τἄλλ᾽ εὖ φρονῶν γάρ, ἐν μόνῳ τούτῳ 'σφάλης.
πρὸς τοῖσδε δ᾽, εἰ μὲν μὴ ἀδικουμένοις ἐχρῆν
305τολμηρὸν εἶναι, κάρτ᾽ ἂν εἶχον ἡσύχως:
νῦν δ᾽ ἴσθι σοί τε τοῦθ᾽ ὅσην τιμὴν φέρει,
κἀμοὶ παραινεῖν οὐ φόβον φέρει, τέκνον,
ἄνδρας βιαίους καὶ κατείργοντας νεκροὺς
τάφου τε μοίρας καὶ κτερισμάτων λαχεῖν
310ἐς τήνδ᾽ ἀνάγκην σῇ καταστῆσαι χερί,
νόμιμά τε πάσης συγχέοντας Ἑλλάδος
παῦσαι: τὸ γάρ τοι συνέχον ἀνθρώπων πόλεις
τοῦτ᾽ ἔσθ᾽, ὅταν τις τοὺς νόμους σῴζῃ καλῶς.
ἐρεῖ δὲ δή τις ὡς ἀνανδρίᾳ χερῶν,
315πόλει παρόν σοι στέφανον εὐκλείας λαβεῖν,
δείσας ἀπέστης, καὶ συὸς μὲν ἀγρίου
ἀγῶνος ἥψω φαῦλον ἀθλήσας πόνον,
οὗ δ᾽ ἐς κράνος βλέψαντα καὶ λόγχης ἀκμὴν
χρῆν ἐκπονῆσαι, δειλὸς ὢν ἐφηυρέθης.
320μὴ δῆτ᾽ ἐμός γ᾽ ὤν, τέκνον, δράσῃς τάδε.
ὁρᾷς, ἄβουλος ὡς κεκερτομημένη
τοῖς κερτομοῦσι γοργὸν ὄμμ᾽ ἀναβλέπει
σὴ πατρίς; ἐν γὰρ τοῖς πόνοισιν αὔξεται:
αἱ δ᾽ ἥσυχοι σκοτεινὰ πράσσουσαι πόλεις
325σκοτεινὰ καὶ βλέπουσιν εὐλαβούμεναι.
οὐκ εἶ νεκροῖσι καὶ γυναιξὶν ἀθλίαις
προσωφελήσων, τέκνον, κεχρημέναις;
ὡς οὔτε ταρβῶ σὺν δίκῃ σ᾽ ὁρμώμενον,
Κάδμου θ᾽ ὁρῶσα λαὸν εὖ πεπραγότα,
330ἔτ᾽ αὐτὸν ἄλλα βλήματ᾽ ἐν κύβοις βαλεῖν
πέποιθ᾽: γὰρ θεὸς πάντ᾽ ἀναστρέφει πάλιν.

Χορός

φιλτάτη μοι, τῷδέ τ᾽ εἴρηκας καλῶς
κἀμοί: διπλοῦν δὲ χάρμα γίγνεται τόδε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: