previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


σὺ δ᾽ ἄνδρας ἐχθροὺς καὶ θανόντας ὠφελεῖς,
495θάπτων κομίζων θ᾽ ὕβρις οὓς ἀπώλεσεν;
οὔ τἄρ᾽ ἔτ᾽ ὀρθῶς Καπανέως κεραύνιον
δέμας καπνοῦται, κλιμάκων ὀρθοστάτας
ὃς προσβαλὼν πύλῃσιν ὤμοσεν πόλιν
πέρσειν θεοῦ θέλοντος ἤν τε μὴ θέλῃ;
500οὐδ᾽ ἥρπασεν χάρυβδις οἰωνοσκόπον,
τέθριππον ἅρμα περιβαλοῦσα χάσματι,
ἄλλοι τε κεῖνται πρὸς πύλαις λοχαγέται
πέτροις καταξανθέντες ὀστέων ῥαφάς;
νυν φρονεῖν ἄμεινον ἐξαύχει Διός,
505 θεοὺς δικαίως τοὺς κακοὺς ἀπολλύναι.
φιλεῖν μὲν οὖν χρὴ τοὺς σοφοὺς πρῶτον τέκνα,
ἔπειτα τοκέας πατρίδα θ᾽, ἣν αὔξειν χρεὼν
καὶ μὴ κατᾶξαι. σφαλερὸν ἡγεμὼν θρασύς:
νεώς τε ναύτης ἥσυχος, καιρῷ σοφός.
510καὶ τοῦτ᾽ ἐμοὶ τἀνδρεῖον, προμηθία.

Χορός

ἐξαρκέσας ἦν Ζεὺς τιμωρούμενος,
ὑμᾶς δ᾽ ὑβρίζειν οὐκ ἐχρῆν τοιάνδ᾽ ὕβριν.

Ἄδραστος

παγκάκιστε

Θησεύς

Θησεύς
σῖγ᾽, Ἄδραστ᾽, ἔχε στόμα,
καὶ μὴ 'πίπροσθεν τῶν ἐμῶν τοὺς σοὺς λόγους
515θῇς: οὐ γὰρ ἥκει πρὸς σὲ κηρύσσων ὅδε,
ἀλλ᾽ ὡς ἔμ᾽: ἡμᾶς κἀποκρίνασθαι χρεών.
καὶ πρῶτα μέν σε πρὸς τὰ πρῶτ᾽ ἀμείψομαι.
οὐκ οἶδ᾽ ἐγὼ Κρέοντα δεσπόζοντ᾽ ἐμοῦ
οὐδὲ σθένοντα μεῖζον, ὥστ᾽ ἀναγκάσαι
520δρᾶν τὰς Ἀθήνας ταῦτ᾽: ἄνω γὰρ ἂν ῥέοι
τὰ πράγμαθ᾽ οὕτως, εἰ 'πιταξόμεσθα δή.
πόλεμον δὲ τοῦτον οὐκ ἐγὼ καθίσταμαι,
ὃς οὐδὲ σὺν τοῖσδ᾽ ἦλθον ἐς Κάδμου χθόνα:
νεκροὺς δὲ τοὺς θανόντας, οὐ βλάπτων πόλιν
525οὐδ᾽ ἀνδροκμῆτας προσφέρων ἀγωνίας,
θάψαι δικαιῶ, τὸν Πανελλήνων νόμον
σῴζων. τί τούτων ἐστὶν οὐ καλῶς ἔχον;
εἰ γάρ τι καὶ πεπόνθατ᾽ Ἀργείων ὕπο,
τεθνᾶσιν, ἠμύνασθε πολεμίους καλῶς,
530αἰσχρῶς δ᾽ ἐκείνοις, χἡ δίκη διοίχεται.
ἐάσατ᾽ ἤδη γῇ καλυφθῆναι νεκρούς,
ὅθεν δ᾽ ἕκαστον ἐς τὸ φῶς ἀφίκετο,
ἐνταῦθ᾽ ἀπελθεῖν, πνεῦμα μὲν πρὸς αἰθέρα,
τὸ σῶμα δ᾽ ἐς γῆν: οὔτι γὰρ κεκτήμεθα
535ἡμέτερον αὐτὸ πλὴν ἐνοικῆσαι βίον,
κἄπειτα τὴν θρέψασαν αὐτὸ δεῖ λαβεῖν.
δοκεῖς κακουργεῖν Ἄργος οὐ θάπτων νεκρούς;
ἥκιστα: πάσης Ἑλλάδος κοινὸν τόδε,
εἰ τοὺς θανόντας νοσφίσας ὧν χρῆν λαχεῖν
540ἀτάφους τις ἕξει: δειλίαν γὰρ ἐσφέρει
τοῖς ἀλκίμοισιν οὗτος ἢν τεθῇ νόμος.
κἀμοὶ μὲν ἦλθες δείν᾽ ἀπειλήσων ἔπη,
νεκροὺς δὲ ταρβεῖτ᾽, εἰ κρυβήσονται χθονί;
τί μὴ γένηται; μὴ κατασκάψωσι γῆν
545ταφέντες ὑμῶν; τέκν᾽ ἐν μυχῷ χθονὸς
φύσωσιν, ἐξ ὧν εἶσί τις τιμωρία;
σκαιόν γε τἀνάλωμα τῆς γλώσσης τόδε,
φόβους πονηροὺς καὶ κενοὺς δεδοικέναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: