previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ταλθύβιος

Ἑκάβη, νεὼς μὲν πίτυλος εἷς λελειμμένος
λάφυρα τἀπίλοιπ᾽ Ἀχιλλείου τόκου
1125μέλλει πρὸς ἀκτὰς ναυστολεῖν Φθιώτιδας:
αὐτὸς δ᾽ ἀνῆκται Νεοπτόλεμος, καινάς τινας
Πηλέως ἀκούσας συμφοράς, ὥς νιν χθονὸς
Ἄκαστος ἐκβέβληκεν, Πελίου γόνος.
οὗ θᾶσσον οὕνεκ᾽, χάριν μονῆς ἔχων,
1130φροῦδος, μετ᾽ αὐτοῦ δ᾽ Ἀνδρομάχη, πολλῶν ἐμοὶ
δακρύων ἀγωγός, ἡνίκ᾽ ἐξώρμα χθονός,
πάτραν τ᾽ ἀναστένουσα καὶ τὸν Ἕκτορος
τύμβον προσεννέπουσα. καί σφ᾽ ᾐτήσατο
θάψαι νεκρὸν τόνδ᾽, ὃς πεσὼν ἐκ τειχέων
1135ψυχὴν ἀφῆκεν Ἕκτορος τοῦ σοῦ γόνος:
φόβον τ᾽ Ἀχαιῶν, χαλκόνωτον ἀσπίδα
τήνδ᾽, ἣν πατὴρ τοῦδ᾽ ἀμφὶ πλεύρ᾽ ἐβάλλετο,
μή νυν πορεῦσαι Πηλέως ἐφ᾽ ἑστίαν,
μηδ᾽ ἐς τὸν αὐτὸν θάλαμον, οὗ νυμφεύσεται
1140μήτηρ νεκροῦ τοῦδ᾽ Ἀνδρομάχη, λύπας ὁρᾶν,
ἀλλ᾽ ἀντὶ κέδρου περιβόλων τε λαΐνων
ἐν τῇδε θάψαι παῖδα: σὰς δ᾽ ἐς ὠλένας
δοῦναι, πέπλοισιν ὡς περιστείλῃς νεκρὸν
στεφάνοις θ᾽, ὅση σοι δύναμις, ὡς ἔχει τὰ σά:
1145ἐπεὶ βέβηκε, καὶ τὸ δεσπότου τάχος
ἀφείλετ᾽ αὐτὴν παῖδα μὴ δοῦναι τάφῳ.
ἡμεῖς μὲν οὖν, ὅταν σὺ κοσμήσῃς νέκυν,
γῆν τῷδ᾽ ἐπαμπισχόντες ἀροῦμεν δόρυ:
σὺ δ᾽ ὡς τάχιστα πρᾶσσε τἀπεσταλμένα.
1150ἑνὸς μὲν οὖν μόχθου σ᾽ ἀπαλλάξας ἔχω:
Σκαμανδρίους γὰρ τάσδε διαπερῶν ῥοὰς
ἔλουσα νεκρὸν κἀπένιψα τραύματα.
ἀλλ᾽ εἶμ᾽ ὀρυκτὸν τῷδ᾽ ἀναρρήξων τάφον,
ὡς σύντομ᾽ ἡμῖν τἀπ᾽ ἐμοῦ τε κἀπὸ σοῦ
1155ἐς ἓν ξυνελθόντ᾽ οἴκαδ᾽ ὁρμήσῃ πλάτην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1891)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: