previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός

βασίλεια, βακχεύουσαν οὐ λήψῃ κόρην,
μὴ κοῦφον αἴρῃ βῆμ᾽ ἐς Ἀργείων στρατόν;

Ἑκάβη

Ἥφαιστε, δᾳδουχεῖς μὲν ἐν γάμοις βροτῶν,
ἀτὰρ λυγράν γε τήνδ᾽ ἀναιθύσσεις φλόγα
345ἔξω τε μεγάλων ἐλπίδων.
οἴμοι, τέκνον,
ὡς οὐχ ὑπ᾽ αἰχμῆς σ᾽ οὐδ᾽ ὑπ᾽ Ἀργείου δορὸς
γάμους γαμεῖσθαι τούσδ᾽ ἐδόξαζόν ποτε.
παράδος ἐμοὶ φῶς: οὐ γὰρ ὀρθὰ πυρφορεῖς
μαινὰς θοάζουσ᾽, οὐδέ σ᾽ αἱ τύχαι, τέκνον,
350ἐσωφρονήκασ᾽ †, ἀλλ᾽ ἔτ᾽ ἐν ταὐτῷ μένεις.
ἐσφέρετε πεύκας, δάκρυά τ᾽ ἀνταλλάξατε
τοῖς τῆσδε μέλεσι, Τρῳάδες, γαμηλίοις.

Κασάνδρα

Κασάνδρα

μῆτερ, πύκαζε κρᾶτ᾽ ἐμὸν νικηφόρον,
καὶ χαῖρε τοῖς ἐμοῖσι βασιλικοῖς γάμοις:
355καὶ πέμπε, κἂν μὴ τἀμά σοι πρόθυμά γ᾽ ,
ὤθει βιαίως: εἰ γὰρ ἔστι Λοξίας,
Ἑλένης γαμεῖ με δυσχερέστερον γάμον
τῶν Ἀχαιῶν κλεινὸς Ἀγαμέμνων ἄναξ.
κτενῶ γὰρ αὐτόν, κἀντιπορθήσω δόμους
360ποινὰς ἀδελφῶν καὶ πατρὸς λαβοῦσ᾽ ἐμοῦ ...
ἀλλ᾽ ἄττ᾽ ἐάσω: πέλεκυν οὐχ ὑμνήσομεν,
ὃς ἐς τράχηλον τὸν ἐμὸν εἶσι χἁτέρων:
μητροκτόνους τ᾽ ἀγῶνας, οὓς οὑμοὶ γάμοι
θήσουσιν, οἴκων τ᾽ Ἀτρέως ἀνάστασιν.
365πόλιν δὲ δείξω τήνδε μακαριωτέραν
τοὺς Ἀχαιούς, ἔνθεος μέν, ἀλλ᾽ ὅμως
τοσόνδε γ᾽ ἔξω στήσομαι βακχευμάτων:
οἳ διὰ μίαν γυναῖκα καὶ μίαν Κύπριν,
θηρῶντες Ἑλένην, μυρίους ἀπώλεσαν.
370 δὲ στρατηγὸς σοφὸς ἐχθίστων ὕπερ
τὰ φίλτατ᾽ ὤλεσ᾽, ἡδονὰς τὰς οἴκοθεν
τέκνων ἀδελφῷ δοὺς γυναικὸς οὕνεκα,
καὶ ταῦθ᾽ ἑκούσης κοὐ βίᾳ λελῃσμένης.
ἐπεὶ δ᾽ ἐπ᾽ ἀκτὰς ἤλυθον Σκαμανδρίους,
375ἔθνῃσκον, οὐ γῆς ὅρι᾽ ἀποστερούμενοι
οὐδ᾽ ὑψίπυργον πατρίδ᾽: οὓς δ᾽ Ἄρης ἕλοι,
οὐ παῖδας εἶδον, οὐ δάμαρτος ἐν χεροῖν
πέπλοις συνεστάλησαν, ἐν ξένῃ δὲ γῇ
κεῖνται. τὰ δ᾽ οἴκοι τοῖσδ᾽ ὅμοι᾽ ἐγίγνετο:
380χῆραί τ᾽ ἔθνῃσκον, οἳ δ᾽ ἄπαιδες ἐν δόμοις
ἄλλοις τέκν᾽ ἐκθρέψαντες: οὐδὲ πρὸς τάφοις
ἔσθ᾽ ὅστις αὐτῶν αἷμα γῇ δωρήσεται.
τοῦδ᾽ ἐπαίνου τὸ στράτευμ᾽ ἐπάξιον. —
σιγᾶν ἄμεινον τᾀσχρά, μηδὲ μοῦσά μοι
385γένοιτ᾽ ἀοιδὸς ἥτις ὑμνήσει κακά.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 224
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: