previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός

ὡς ἡδὺ δάκρυα τοῖς κακῶς πεπραγόσι
θρήνων τ᾽ ὀδυρμοὶ μοῦσά θ᾽ λύπας ἔχει.

Ἀνδρομάχη

610 μῆτερ ἀνδρός, ὅς ποτ᾽ Ἀργείων δορὶ
πλείστους διώλεσ᾽, Ἕκτορος, τάδ᾽ εἰσορᾷς;

Ἑκάβη

ὁρῶ τὰ τῶν θεῶν, ὡς τὰ μὲν πυργοῦσ᾽ ἄνω
τὸ μηδὲν ὄντα, τὰ δὲ δοκοῦντ᾽ ἀπώλεσαν.

Ἀνδρομάχη

ἀγόμεθα λεία σὺν τέκνῳ: τὸ δ᾽ εὐγενὲς
615ἐς δοῦλον ἥκει, μεταβολὰς τοσάσδ᾽ ἔχον.

Ἑκάβη

τὸ τῆς ἀνάγκης δεινόν: ἄρτι κἀπ᾽ ἐμοῦ
βέβηκ᾽ ἀποσπασθεῖσα Κασάνδρα βίᾳ.

Ἀνδρομάχη

φεῦ φεῦ:
ἄλλος τις Αἴας, ὡς ἔοικε, δεύτερος
παιδὸς πέφηνε σῆς. νοσεῖς δὲ χἅτερα.

Ἑκάβη

620ὧν γ᾽ οὔτε μέτρον οὔτ᾽ ἀριθμός ἐστί μοι:
κακῷ κακὸν γὰρ εἰς ἅμιλλαν ἔρχεται.

Ἀνδρομάχη

τέθνηκέ σοι παῖς πρὸς τάφῳ Πολυξένη
σφαγεῖσ᾽ Ἀχιλλέως, δῶρον ἀψύχῳ νεκρῷ.

Ἑκάβη

οἲ 'γὼ τάλαινα. τοῦτ᾽ ἐκεῖν᾽ μοι πάλαι
625Ταλθύβιος αἴνιγμ᾽ οὐ σαφῶς εἶπεν σαφές.

Ἀνδρομάχη

εἶδόν νιν αὐτή, κἀποβᾶσα τῶνδ᾽ ὄχων
ἔκρυψα πέπλοις κἀπεκοψάμην νεκρόν.

Ἑκάβη

αἰαῖ, τέκνον, σῶν ἀνοσίων προσφαγμάτων:
αἰαῖ μάλ᾽ αὖθις, ὡς κακῶς διόλλυσαι.

Ἀνδρομάχη

630ὄλωλεν ὡς ὄλωλεν: ἀλλ᾽ ὅμως ἐμοῦ
ζώσης γ᾽ ὄλωλεν εὐτυχεστέρῳ πότμῳ.

Ἑκάβη

οὐ ταὐτόν, παῖ, τῷ βλέπειν τὸ κατθανεῖν:
τὸ μὲν γὰρ οὐδέν, τῷ δ᾽ ἔνεισιν ἐλπίδες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1891)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: