previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀθήνα

ἔξεστι τὸν γένει μὲν ἄγχιστον πατρὸς
μέγαν τε δαίμον᾽ ἐν θεοῖς τε τίμιον,
50λύσασαν ἔχθραν τὴν πάρος, προσεννέπειν;

Ποσειδῶν

ἔξεστιν: αἱ γὰρ συγγενεῖς ὁμιλίαι,
ἄνασσ᾽ Ἀθάνα, φίλτρον οὐ σμικρὸν φρενῶν.

Ἀθήνα

ἐπῄνεσ᾽ ὀργὰς ἠπίους: φέρω δὲ σοὶ
κοινοὺς ἐμαυτῇ τ᾽ ἐς μέσον λόγους, ἄναξ.

Ποσειδῶν

55μῶν ἐκ θεῶν του καινὸν ἀγγελεῖς ἔπος,
Ζηνὸς καὶ δαιμόνων τινὸς πάρα;

Ἀθήνα

οὔκ, ἀλλὰ Τροίας οὕνεκ᾽, ἔνθα βαίνομεν,
πρὸς σὴν ἀφῖγμαι δύναμιν, ὡς κοινὴν λάβω.

Ποσειδῶν

πού νιν, ἔχθραν τὴν πρὶν ἐκβαλοῦσα, νῦν
60ἐς οἶκτον ἦλθες πυρὶ κατῃθαλωμένης;

Ἀθήνα

ἐκεῖσε πρῶτ᾽ ἄνελθε: κοινώσῃ λόγους
καὶ συνθελήσεις ἃν ἐγὼ πρᾶξαι θέλω;

Ποσειδῶν

μάλιστ᾽: ἀτὰρ δὴ καὶ τὸ σὸν θέλω μαθεῖν:
πότερον Ἀχαιῶν ἦλθες οὕνεκ᾽ Φρυγῶν;

Ἀθήνα

65τοὺς μὲν πρὶν ἐχθροὺς Τρῶας εὐφρᾶναι θέλω,
στρατῷ δ᾽ Ἀχαιῶν νόστον ἐμβαλεῖν πικρόν.

Ποσειδῶν

τί δ᾽ ὧδε πηδᾷς ἄλλοτ᾽ εἰς ἄλλους τρόπους
μισεῖς τε λίαν καὶ φιλεῖς ὃν ἂν τύχῃς;

Ἀθήνα

οὐκ οἶσθ᾽ ὑβρισθεῖσάν με καὶ ναοὺς ἐμούς;

Ποσειδῶν

70οἶδ᾽, ἡνίκ᾽ Αἴας εἷλκε Κασάνδραν βίᾳ.

Ἀθήνα

κοὐδέν γ᾽ Ἀχαιῶν ἔπαθεν οὐδ᾽ ἤκουσ᾽ ὕπο.

Ποσειδῶν

καὶ μὴν ἔπερσάν γ᾽ Ἴλιον τῷ σῷ σθένει.

Ἀθήνα

τοιγάρ σφε σὺν σοὶ βούλομαι δρᾶσαι κακῶς.

Ποσειδῶν

ἕτοιμ᾽ βούλῃ τἀπ᾽ ἐμοῦ. δράσεις δὲ τί;

Ἀθήνα

75δύσνοστον αὐτοῖς νόστον ἐμβαλεῖν θέλω.

Ποσειδῶν

ἐν γῇ μενόντων καθ᾽ ἁλμυρὰν ἅλα;

Ἀθήνα

ὅταν πρὸς οἴκους ναυστολῶσ᾽ ἀπ᾽ Ἰλίου.
καὶ Ζεὺς μὲν ὄμβρον καὶ χάλαζαν ἄσπετον
πέμψει, δνοφώδη τ᾽ αἰθέρος φυσήματα:
80ἐμοὶ δὲ δώσειν φησὶ πῦρ κεραύνιον,
βάλλειν Ἀχαιοὺς ναῦς τε πιμπράναι πυρί.
σὺ δ᾽ αὖ, τὸ σόν, παράσχες Αἴγαιον πόρον
τρικυμίαις βρέμοντα καὶ δίναις ἁλός,
πλῆσον δὲ νεκρῶν κοῖλον Εὐβοίας μυχόν,
85ὡς ἂν τὸ λοιπὸν τἄμ᾽ ἀνάκτορ᾽ εὐσεβεῖν
εἰδῶσ᾽ Ἀχαιοί, θεούς τε τοὺς ἄλλους σέβειν.

Ποσειδῶν

ἔσται τάδ᾽: χάρις γὰρ οὐ μακρῶν λόγων
δεῖται: ταράξω πέλαγος Αἰγαίας ἁλός.
ἀκταὶ δὲ Μυκόνου Δήλιοί τε χοιράδες
90Σκῦρός τε Λῆμνός θ᾽ αἱ Καφήρειοί τ᾽ ἄκραι
πολλῶν θανόντων σώμαθ᾽ ἕξουσιν νεκρῶν.
ἀλλ᾽ ἕρπ᾽ Ὄλυμπον καὶ κεραυνίους βολὰς
λαβοῦσα πατρὸς ἐκ χερῶν καραδόκει,
ὅταν στράτευμ᾽ Ἀργεῖον ἐξιῇ κάλως.
95μῶρος δὲ θνητῶν ὅστις ἐκπορθεῖ πόλεις,
ναούς τε τύμβους θ᾽, ἱερὰ τῶν κεκμηκότων,
ἐρημίᾳ δοὺς αὐτὸς ὤλεθ᾽ ὕστερον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 966
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 4.499
  • Cross-references in general dictionaries to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: