previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


945εἶἑν.
οὐ σέ, ἀλλ᾽ ἐμαυτὴν τοὐπὶ τῷδ᾽ ἐρήσομαι:
τί δὴ φρονοῦσά γ᾽ ἐκ δόμων ἅμ᾽ ἑσπόμην
ξένῳ, προδοῦσα πατρίδα καὶ δόμους ἐμούς;
τὴν θεὸν κόλαζε καὶ Διὸς κρείσσων γενοῦ,
ὃς τῶν μὲν ἄλλων δαιμόνων ἔχει κράτος,
950κείνης δὲ δοῦλός ἐστι: συγγνώμη δ᾽ ἐμοί.
ἔνθεν δ᾽ ἔχοις ἂν εἰς ἔμ᾽ εὐπρεπῆ λόγον:
ἐπεὶ θανὼν γῆς ἦλθ᾽ Ἀλέξανδρος μυχούς,
χρῆν μ᾽, ἡνίκ᾽ οὐκ ἦν θεοπόνητά μου λέχη,
λιποῦσαν οἴκους ναῦς ἐπ᾽ Ἀργείων μολεῖν.
955ἔσπευδον αὐτὸ τοῦτο: μάρτυρες δέ μοι
πύργων πυλωροὶ κἀπὸ τειχέων σκοποί,
οἳ πολλάκις μ᾽ ἐφηῦρον ἐξ ἐπάλξεων
πλεκταῖσιν ἐς γῆν σῶμα κλέπτουσαν τόδε.
βίᾳ δ᾽ καινός μ᾽ οὗτος ἁρπάσας πόσις
960Δηίφοβος ἄλοχον εἶχεν ἀκόντων Φρυγῶν.
πῶς οὖν ἔτ᾽ ἂν θνῄσκοιμ᾽ ἂν ἐνδίκως, πόσι,
...
πρὸς σοῦ δικαίως, ἣν μὲν βίᾳ γαμεῖ,
τὰ δ᾽ οἴκοθεν κεῖν᾽ ἀντὶ νικητηρίων
πικρῶς ἐδούλευσ᾽; εἰ δὲ τῶν θεῶν κρατεῖν
965βούλῃ, τὸ χρῄζειν ἀμαθές ἐστί σου τόδε.

Χορός

βασίλει᾽, ἄμυνον σοῖς τέκνοισι καὶ πάτρᾳ
πειθὼ διαφθείρουσα τῆσδ᾽, ἐπεὶ λέγει
καλῶς κακοῦργος οὖσα: δεινὸν οὖν τόδε.

Ἑκάβη

Ἑκάβη

ταῖς θεαῖσι πρῶτα σύμμαχος γενήσομαι
970καὶ τήνδε δείξω μὴ λέγουσαν ἔνδικα.
ἐγὼ γὰρ Ἥραν παρθένον τε Παλλάδα
οὐκ ἐς τοσοῦτον ἀμαθίας ἐλθεῖν δοκῶ,
ὥσθ᾽ μὲν Ἄργος βαρβάροις ἀπημπόλα,
Παλλὰς δ᾽ Ἀθήνας Φρυξὶ δουλεύειν ποτέ,
975εἰ παιδιαῖσι καὶ χλιδῇ μορφῆς πέρι
ἦλθον πρὸς Ἴδην. τοῦ γὰρ οὕνεκ᾽ ἂν θεὰ
Ἥρα τοσοῦτον ἔσχ᾽ ἔρωτα καλλονῆς;
πότερον ἀμείνον᾽ ὡς λάβῃ Διὸς πόσιν;
γάμον Ἀθηνᾶ θεῶν τίνος θηρωμένη
980 παρθενείαν πατρὸς ἐξῃτήσατο,
φεύγουσα λέκτρα; μὴ ἀμαθεῖς ποίει θεὰς
τὸ σὸν κακὸν κοσμοῦσα, μὴ οὐ πείσῃς σοφούς.
Κύπριν δ᾽ ἔλεξαςταῦτα γὰρ γέλως πολύς
ἐλθεῖν ἐμῷ ξὺν παιδὶ Μενέλεω δόμους.
985οὐκ ἂν μένουσ᾽ ἂν ἥσυχός σ᾽ ἐν οὐρανῷ
αὐταῖς Ἀμύκλαις ἤγαγεν πρὸς Ἴλιον;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: