previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἦν οὑμὸς υἱὸς κάλλος ἐκπρεπέστατος,
σὸς δ᾽ ἰδών νιν νοῦς ἐποιήθη Κύπρις:
τὰ μῶρα γὰρ πάντ᾽ ἐστὶν Ἀφροδίτη βροτοῖς,
990καὶ τοὔνομ᾽ ὀρθῶς ἀφροσύνης ἄρχει θεᾶς.
ὃν εἰσιδοῦσα βαρβάροις ἐσθήμασι
χρυσῷ τε λαμπρὸν ἐξεμαργώθης φρένας.
ἐν μὲν γὰρ Ἄργει μίκρ᾽ ἔχουσ᾽ ἀνεστρέφου,
Σπάρτης δ᾽ ἀπαλλαχθεῖσα τὴν Φρυγῶν πόλιν
995χρυσῷ ῥέουσαν ἤλπισας κατακλύσειν
δαπάναισιν: οὐδ᾽ ἦν ἱκανά σοι τὰ Μενέλεω
μέλαθρα ταῖς σαῖς ἐγκαθυβρίζειν τρυφαῖς.
εἶἑν: βίᾳ γὰρ παῖδα φῄς σ᾽ ἄγειν ἐμόν:
τίς Σπαρτιατῶν ᾔσθετ᾽; ποίαν βοὴν
1000ἀνωλόλυξαςΚάστορος νεανίου
τοῦ συζύγου τ᾽ ἔτ᾽ ὄντος, οὐ κατ᾽ ἄστρα πω;
ἐπεὶ δὲ Τροίαν ἦλθες Ἀργεῖοί τέ σου
κατ᾽ ἴχνος, ἦν δὲ δοριπετὴς ἀγωνία,
εἰ μὲν τὰ τοῦδε κρείσσον᾽ ἀγγέλλοιτό σοι,
1005Μενέλαον ᾔνεις, παῖς ὅπως λυποῖτ᾽ ἐμὸς
ἔχων ἔρωτος ἀνταγωνιστὴν μέγαν:
εἰ δ᾽ εὐτυχοῖεν Τρῶες, οὐδὲν ἦν ὅδε.
ἐς τὴν τύχην δ᾽ ὁρῶσα τοῦτ᾽ ἤσκεις, ὅπως
ἕποι᾽ ἅμ᾽ αὐτῇ, τῇ ἀρετῇ δ᾽ οὐκ ἤθελες.
1010κἄπειτα πλεκταῖς σῶμα σὸν κλέπτειν λέγεις
πύργων καθιεῖσ᾽, ὡς μένουσ᾽ ἀκουσίως;
ποῦ δῆτ᾽ ἐλήφθης βρόχους ἀρτωμένη
φάσγανον θήγουσ᾽, γενναία γυνὴ
δράσειεν ἂν ποθοῦσα τὸν πάρος πόσιν;
1015καίτοι σ᾽ ἐνουθέτουν γε πολλὰ πολλάκις:
θύγατερ, ἔξελθ᾽: οἱ δ᾽ ἐμοὶ παῖδες γάμους
ἄλλους γαμοῦσι, σὲ δ᾽ ἐπὶ ναῦς Ἀχαιϊκὰς
πέμψω συνεκκλέψασα: καὶ παῦσον μάχης
Ἕλληνας ἡμᾶς τε. ἀλλὰ σοὶ τόδ᾽ ἦν πικρόν.
1020ἐν τοῖς Ἀλεξάνδρου γὰρ ὕβριζες δόμοις
καὶ προσκυνεῖσθαι βαρβάρων ὕπ᾽ ἤθελες:
μεγάλα γὰρ ἦν σοι. — κἀπὶ τοῖσδε σὸν δέμας
ἐξῆλθες ἀσκήσασα κἄβλεψας πόσει
τὸν αὐτὸν αἰθέρ᾽, κατάπτυστον κάρα:
1025ἣν χρῆν ταπεινὴν ἐν πέπλων ἐρειπίοις,
φρίκῃ τρέμουσαν, κρᾶτ᾽ ἀπεσκυθισμένην
ἐλθεῖν, τὸ σῶφρον τῆς ἀναιδείας πλέον
ἔχουσαν ἐπὶ τοῖς πρόσθεν ἡμαρτημένοις.
Μενέλα᾽, ἵν᾽ εἰδῇς οἷ τελευτήσω λόγον,
1030στεφάνωσον Ἑλλάδ᾽ ἀξίως τήνδε κτανὼν
σαυτοῦ, νόμον δὲ τόνδε ταῖς ἄλλαισι θὲς
γυναιξί, θνῄσκειν ἥτις ἂν προδῷ πόσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1891)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: