previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


140

αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖ᾽ ἐκάλυψε,—
τοὶ μὲν ὑποχθόνιοι μάκαρες θνητοῖς καλέονται,
δεύτεροι, ἀλλ᾽ ἔμπης τιμὴ καὶ τοῖσιν ὀπηδεῖ—,
Ζεὺς δὲ πατὴρ τρίτον ἄλλο γένος μερόπων ἀνθρώπων
χάλκειον ποίησ᾽, οὐκ ἀργυρέῳ οὐδὲν ὁμοῖον,
145ἐκ μελιᾶν, δεινόν τε καὶ ὄβριμον: οἷσιν Ἄρηος
ἔργ᾽ ἔμελεν στονόεντα καὶ ὕβριες: οὐδέ τι σῖτον
ἤσθιον, ἀλλ᾽ ἀδάμαντος ἔχον κρατερόφρονα θυμόν,
ἄπλαστοι: μεγάλη δὲ βίη καὶ χεῖρες ἄαπτοι
ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
150ὧν δ᾽ ἦν χάλκεα μὲν τεύχεα, χάλκεοι δέ τε οἶκοι
χαλκῷ δ᾽ εἰργάζοντο: μέλας δ᾽ οὐκ ἔσκε σίδηρος.
καὶ τοὶ μὲν χείρεσσιν ὕπο σφετέρῃσι δαμέντες
βῆσαν ἐς εὐρώεντα δόμον κρυεροῦ Αίδαο
νώνυμνοι: θάνατος δὲ καὶ ἐκπάγλους περ ἐόντας
155εἷλε μέλας, λαμπρὸν δ᾽ ἔλιπον φάος ἠελίοιο.

αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖ᾽ ἐκάλυψεν,
αὖτις ἔτ᾽ ἄλλο τέταρτον ἐπὶ χθονὶ πουλυβοτείρῃ
Ζεὺς Κρονίδης ποίησε, δικαιότερον καὶ ἄρειον,
ἀνδρῶν ἡρώων θεῖον γένος, οἳ καλέονται
160ἡμίθεοι, προτέρη γενεὴ κατ᾽ ἀπείρονα γαῖαν.
καὶ τοὺς μὲν πόλεμός τε κακὸς καὶ φύλοπις αἰνή,
τοὺς μὲν ὑφ᾽ ἑπταπύλῳ Θήβῃ, Καδμηίδι γαίῃ,
ὤλεσε μαρναμένους μήλων ἕνεκ᾽ Οἰδιπόδαο,
τοὺς δὲ καὶ ἐν νήεσσιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης
165ἐς Τροίην ἀγαγὼν Ἑλένης ἕνεκ᾽ ἠυκόμοιο.
ἔνθ᾽ ἤτοι τοὺς μὲν θανάτου τέλος ἀμφεκάλυψε,
τοῖς δὲ δίχ᾽ ἀνθρώπων βίοτον καὶ ἤθε᾽ ὀπάσσας
Ζεὺς Κρονίδης κατένασσε πατὴρ ἐς πείρατα γαίης.
170καὶ τοὶ μὲν ναίουσιν ἀκηδέα θυμὸν ἔχοντες
ἐν μακάρων νήσοισι παρ᾽ Ὠκεανὸν βαθυδίνην,
ὄλβιοι ἥρωες, τοῖσιν μελιηδέα καρπὸν
τρὶς ἔτεος θάλλοντα φέρει ζείδωρος ἄρουρα.
τηλοῦ ἀπ᾽ ἀθανάτων: τοῖσιν Κρόνος ἐμβασιλεύει.
τοῦ γὰρ δεσμὸν ἔλυσε πατὴρ ἀνδρῶν τε θεῶν τε.
τοῖσι δ᾽ ὁμῶς νεάτοις τιμὴ καὶ κῦδος ὀπηδεῖ.
Πέμπτον δ᾽ αὖτις ἔτ᾽ ἄλλο γένος θῆκ᾽ εὐρύοπα Ζεὺς
ἀνδρῶν, οἳ γεγάασιν ἐπὶ χθονὶ πουλυβοτείρῃ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: