previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὣς ἔφαν: δ᾽ ἐπέεσσιν ἀμείβετο πότνα θεάων:


τέκνα φίλ᾽, αἵ τινές ἐστε γυναικῶν θηλυτεράων,
120χαίρετ᾽: ἐγὼ δ᾽ ὑμῖν μυθήσομαι: οὔ τοι ἀεικὲς
ὑμῖν εἰρομένῃσιν ἀληθέα μυθήσασθαι.
Δωσὼ ἐμοί γ᾽ ὄνομ᾽ ἐστί: τὸ γὰρ θέτο πότνια μήτηρ.
νῦν αὖτε Κρήτηθεν ἐπ᾽ εὐρέα νῶτα θαλάσσης
ἤλυθον οὐκ ἐθέλουσα, βίῃ δ᾽ ἀέκουσαν ἀνάγκῃ
125ἄνδρες ληιστῆρες ἀπήγαγον. οἳ μὲν ἔπειτα
νηὶ θοῇ Θόρικόνδε κατέσχεθον, ἔνθα γυναῖκες
ἠπείρου ἐπέβησαν ἀολλέες ἠδὲ καὶ αὐτοί,
δεῖπνόν τ᾽ ἐπηρτύνοντο παρὰ πρυμνήσια νηός:
ἀλλ᾽ ἐμοὶ οὐ δόρποιο μελίφρονος ἤρατο θυμός:
130λάθρη δ᾽ ὁρμηθεῖσα δι᾽ ἠπείροιο μελαίνης
φεύγου ὑπερφιάλους σημάντορας, ὄφρα κε μή με
ἀπριάτην περάσαντες ἐμῆς ἀποναίατο τιμῆς.
οὕτω δεῦρ᾽ ἱκόμην ἀλαλημένη, οὐδέ τι οἶδα,
τις δὴ γαῖ᾽ ἐστι καὶ οἵ τινες ἐγγεγάασιν.
135ἀλλ᾽ ὑμῖν μὲν πάντες Ὀλύμπια δώματ᾽ ἔχοντες
δοῖεν κουριδίους ἄνδρας, καὶ τέκνα τεκέσθαι,
ὡς ἐθέλουσι τοκῆες: ἐμὲ δ᾽ αὖτ᾽ οἰκτείρατε, κοῦραι.
[τοῦτο δέ μοι σαφέως ὑποθήκατε, ὄφρα πύθωμαι,]
προφρονέως, φίλα τέκνα, τέων πρὸς δώμαθ᾽ ἵκωμαι
ἀνέρος ἠδὲ γυναικός, ἵνα σφίσιν ἐργάζωμαι
140πρόφρων, οἷα γυναικὸς ἀφήλικος ἔργα τέτυκται:
καὶ κεν παῖδα νεογνὸν ἐν ἀγκοίνῃσιν ἔχουσα
καλὰ τιθηνοίμην καὶ δώματα τηρήσαιμι
καί κε λέχος στορέσαιμι μυχῷ θαλάμων εὐπήκτων
δεσπόσυνον καί κ᾽ ἔργα διδασκήσαιμι γυναῖκας.


145φῆ ῥα θεά: τὴν δ᾽ αὐτίκ᾽ ἀμείβετο παρθένος ἀδμής,
Καλλιδίκη, Κελεοῖο θυγατρῶν εἶδος ἀρίστη:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: