previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


εἰ δέ κε μὴ δώῃσι πατὴρ ἐμός, τοι ἔγωγε
175πειρήσω, δύναμαι, φηλητέων ὄρχαμος εἶναι.
εἰ δέ μ᾽ ἐρευνήσει Λητοῦς ἐρικυδέος υἱός,
ἄλλο τί οἱ καὶ μεῖζον ὀίομαι ἀντιβολήσειν.
εἶμι γὰρ ἐς Πυθῶνα μέγαν δόμον ἀντιτορήσων:
ἔνθεν ἅλις τρίποδας περικαλλέας ἠδὲ λέβητας
180πορθήσω καὶ χρυσόν, ἅλις τ᾽ αἴθωνα σίδηρον
καὶ πολλὴν ἐσθῆτα: σὺ δ᾽ ὄψεαι, αἴ κ᾽ ἐθέλῃσθα.


ὣς οἳ μέν ῥ᾽ ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,
υἱός τ᾽ αἰγιόχοιο Διὸς καὶ πότνια Μαῖα.
Ἠὼς δ᾽ ἠριγένεια φόως θνητοῖσι φέρουσα
185ὤρνυτ᾽ ἀπ᾽ Ὠκεανοῖο βαθυρρόου: αὐτὰρ Ἀπόλλων
Ὀγχηστόνδ᾽ ἀφίκανε κιών, πολυήρατον ἄλσος
ἁγνὸν ἐρισφαράγου Γαιηόχου: ἔνθα γέροντα
κνώδαλον εὗρε νέμοντα παρ᾽ ἔξοδον ἕρκεος αὐλῆς.
τὸν πρότερος προσέφη Λητοῦς ἐρικυδέος υἱός:
190 γέρον, Ὀγχηστοῖο βατοδρόπε ποιήεντος,
βοῦς ἀπὸ Πιερίης διζήμενος ἐνθάδ᾽ ἱκάνω,
πάσας θηλείας, πάσας κεράεσσιν ἑλικτάς,
ἐξ ἀγέλης: δὲ ταῦρος ἐβόσκετο μοῦνος ἀπ᾽ ἄλλων
κυάνεος: χαροποὶ δὲ κύνες κατόπισθεν ἕποντο
195τέσσαρες, ἠύτε φῶτες, ὁμόφρονες: οἳ μὲν ἔλειφθεν,
οἵ τε κύνες τε ταῦρος: δὴ περὶ θαῦμα τέτυκται:
ταὶ δ᾽ ἔβαν ἠελίοιο νέον καταδυομένοιο
ἐκ μαλακοῦ λειμῶνος ἀπὸ γλυκεροῖο νομοῖο.
ταῦτά μοι εἰπέ, γεραιὲ παλαιγενές, εἴ που ὄπωπας
200ἀνέρα ταῖσδ᾽ ἐπὶ βουσὶ διαπρήσσοντα κέλευθον.
τὸν δ᾽ γέρων μύθοισιν ἀμειβόμενος προσέειπεν:
φίλος, ἀργαλέον μέν, ὅσ᾽ ὀφθαλμοῖσιν ἴδοιτο,
πάντα λέγειν: πολλοὶ γὰρ ὁδὸν πρήσσουσιν ὁδῖται,
τῶν οἳ μὲν κακὰ πολλὰ μεμαότες, οἳ δὲ μάλ᾽ ἐσθλὰ
205φοιτῶσιν: χαλεπὸν δὲ δαήμεναί ἐστιν ἕκαστον:
αὐτὰρ ἐγὼ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
ἔσκαπτον περὶ γουνὸν ἀλωῆς οἰνοπέδοιο:
παῖδα δ᾽ ἔδοξα, φέριστε, σαφὲς δ᾽ οὐκ οἶδα, νοῆσαι,
ὅς τις παῖς, ἅμα βουσὶν ἐυκραίρῃσιν ὀπήδει
210νήπιος, εἶχε δὲ ῥάβδον: ἐπιστροφάδην δ᾽ ἐβάδιζεν.
ἐξοπίσω δ᾽ ἀνέεργε, κάρη δ᾽ ἔχεν ἀντίον αὐτῷ.
φῆ ῥ᾽ γέρων: δὲ θᾶσσον ὁδὸν κίε μῦθον ἀκούσας:
οἰωνὸν δ᾽ ἐνόει τανυσίπτερον, αὐτίκα δ᾽ ἔγνω
φηλητὴν γεγαῶτα Διὸς παῖδα Κρονίωνος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Thomas W. Allen, E. E. Sikes, 1904)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: