previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


215ἐσσυμένως δ᾽ ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων
ἐς Πύλον ἠγαθέην διζήμενος εἰλίποδας βοῦς,
πορφυρέῃ νεφέλῃ κεκαλυμμένος εὐρέας ὤμουσ᾽
ἴχνιά τ᾽ εἰσενόησεν Ἑκηβόλος εἶπέ τε μῦθον:
πόποι, μέγα θαῦμα τόδ᾽ ὀφθαλμοῖσιν ὁρῶμαι:
220ἴχνια μὲν τάδε γ᾽ ἐστὶ βοῶν ὀρθοκραιράων,
ἀλλὰ πάλιν τέτραπται ἐς ἀσφοδελὸν λειμῶνα:
βήματα δ᾽ οὔτ᾽ ἀνδρὸς τάδε γίγνεται οὔτε γυναικὸς
οὔτε λύκων πολιῶν οὔτ᾽ ἄρκτων οὔτε λεόντων:
οὔτε τι Κενταύρου λασιαύχενος ἔλπομαι εἶναι,
225ὅς τις τοῖα πέλωρα βιβᾷ ποσὶ καρπαλίμοισιν:
αἰνὰ μὲν ἔνθεν ὁδοῖο, τὰ δ᾽ αἰνότερ᾽ ἔνθεν ὁδοῖο.
ὣς εἰπὼν ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων:
Κυλλήνης δ᾽ ἀφίκανεν ὄρος καταείμενον ὕλῃ,
πέτρης ἐς κευθμῶνα βαθύσκιον, ἔνθα τε νύμφη
230ἀμβροσίη ἐλόχευσε Διὸς παῖδα Κρονίωνος.
ὀδμὴ δ᾽ ἱμερόεσσα δι᾽ οὔρεος ἠγαθέοιο
κίδνατο, πολλὰ δὲ μῆλα ταναύποδα βόσκετο ποίην.
ἔνθα τότε σπεύδων κατεβήσατο λάινον οὐδὸν
ἄντρον ἐς ἠερόεν ἑκατηβόλος αὐτὸς Ἀπόλλων.
235 Τὸν δ᾽ ὡς οὖν ἐνόησε Διὸς καὶ Μαιάδος υἱὸς
χωόμενον περὶ βουσὶν ἑκηβόλον Ἀπόλλωνα,
σπάργαν᾽ ἔσω κατέδυνε θυήεντ᾽: ἠύτε πολλὴν
πρέμνων ἀνθρακιὴν ὕλης σποδὸς ἀμφικαλύπτει,
ὣς Ἑρμῆς Ἑκάεργον ἰδὼν ἀνέειλεν ἑαυτόν.
240ἐν δ᾽ ὀλίγῳ συνέλασσε κάρη χεῖράς τε πόδας τε,
φή ῥα νεόλλουτος, προκαλεύμενος ἥδυμον ὕπνον,
ἐγρήσσων ἐτεόν γε: χέλυν δ᾽ ὑπὸ μασχάλῃ εἶχε.
γνῶ δ᾽ οὐδ᾽ ἠγνοίησε Διὸς καὶ Λητοῦς υἱὸς
νύμφην τ᾽ οὐρείην περικαλλέα καὶ φίλον υἱόν,
245παῖδ᾽ ὀλίγον, δολίῃς εἰλυμένον ἐντροπίῃσι.
παπτήνας δ᾽ ἀνὰ πάντα μυχὸν μεγάλοιο δόμοιο
τρεῖς ἀδύτους ἀνέῳγε λαβὼν κληῖδα φαεινὴν
νέκταρος ἐμπλείους ἠδ᾽ ἀμβροσίης ἐρατεινῆς:
πολλὸς δὲ χρυσός τε καὶ ἄργυρος ἔνδον ἔκειτο,
250πολλὰ δὲ φοινικόεντα καὶ ἄργυφα εἵματα νύμφης,
οἷα θεῶν μακάρων ἱεροὶ δόμοι ἐντὸς ἔχουσιν:
ἔνθ᾽ ἐπεὶ ἐξερέεινε μυχοὺς μεγάλοιο δόμοιο
Λητοΐδης, μύθοισι προσηύδα κύδιμον Ἑρμῆν:
παῖ, ὃς ἐν λίκνῳ κατάκειαι, μήνυέ μοι βοῦς
255θᾶσσον: ἐπεὶ τάχα νῶι διοισόμεθ᾽ οὐ κατὰ κόσμον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Thomas W. Allen, E. E. Sikes, 1904)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: