previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


75αὐτὴ δ᾽ ἐς κλισίας εὐποιήτους ἀφίκανε:
τὸν δ᾽ εὗρε σταθμοῖσι λελειμμένον οἶον ἀπ᾽ ἄλλων
Ἀγχίσην ἥρωα, θεῶν ἄπο κάλλος ἔχοντα.
οἳ δ᾽ ἅμα βουσὶν ἕποντο νομοὺς κατὰ ποιήεντας
πάντες: δὲ σταθμοῖσι λελειμμένος οἶος ἀπ᾽ ἄλλων
80πωλεῖτ᾽ ἔνθα καὶ ἔνθα διαπρύσιον κιθαρίζων.
στῆ δ᾽ αὐτοῦ προπάροιθε Διὸς θυγάτηρ Ἀφροδίτη
παρθένῳ ἀδμήτῃ μέγεθος καὶ εἶδος ὁμοίη,
μή μιν ταρβήσειεν ἐν ὀφθαλμοῖσι νοήσας.
Ἀγχίσης δ᾽ ὁρόων ἐφράζετο θαύμαινέν τε
85εἶδός τε μέγεθός τε καὶ εἵματα σιγαλόεντα.
πέπλόν μὲν γὰρ ἕεστο φαεινότερον πυρὸς αὐγῆς,
καλόν, χρύσειον, παμποίκιλον: ὡς δὲ σελήνη
90στήθεσιν ἀμφ᾽ ἁπαλοῖσιν ἐλάμπετο, θαῦμα ἰδέσθαι:
εἶχε δ᾽ ἐπιγναμπτὰς ἕλικας κάλυκάς τε φαεινάς:
ὅρμοι δ᾽ ἀμφ᾽ ἁπαλῇ δειρῇ περικαλλέες ἦσαν.
Ἀγχίσην δ᾽ ἔρος εἷλεν, ἔπος δέ μιν ἀντίον ηὔδα:


χαῖρε, ἄνασσ᾽, τις μακάρων τάδε δώμαθ᾽ ἱκάνεις,
Ἄρτεμις Λητὼ ἠὲ χρυσέη Ἀφροδίτη
Θέμις ἠυγενὴς ἠὲ γλαυκῶπις Ἀθήνη,
95 πού τις Χαρίτων δεῦρ᾽ ἤλυθες, αἵτε θεοῖσι
πᾶσιν ἑταιρίζουσι καὶ ἀθάνατοι καλέονται,
τις Νυμφάων, αἵτ᾽ ἄλσεα καλὰ νέμονται
Νυμφῶν, αἳ καλὸν ὄρος τόδε ναιετάουσι
καὶ πηγὰς ποταμῶν, καὶ πίσεα ποιήεντα.
100σοὶ δ᾽ ἐγὼ ἐν σκοπιῇ, περιφαινομένῳ ἐνὶ χώρῳ,
βωμὸν ποιήσω, ῥέξω δέ τοι ἱερὰ καλὰ
ὥρῃσιν πάσῃσι. σὺ δ᾽ εὔφρονα θυμὸν ἔχουσα
δός με μετὰ Τρώεσσιν ἀριπρεπέ᾽ ἔμμεναι ἄνδρα,
ποίει δ᾽ ἐξοπίσω θαλερὸν γόνον, αὐτὰρ ἔμ᾽ αὐτὸν
105δηρὸν ἐὺ ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο,
ὄλβιον ἐν λαοῖς, καὶ γήραος οὐδὸν ἱκέσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Hugh G. Evelyn-White)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: