Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[16]
ἐγὼ τοίνυν, ὦ
ἄνδρες δικασταί, μεθ᾽ ὑμῶν διατρίβων ἐν τῇ πόλει τὸν ἅπαντα
χρόνον, οὔτε αἰτίαν πονηρὰν οὐδεμίαν πώποτ᾽ ἔλαβον, οὔτ᾽ ἔγκλημά
μοι πρὸς οὐδένα τῶν πολιτῶν γέγονεν, οὐδὲ πέφευγα δίκην οὐδεμίαν,
οὐδ᾽ ἕτερον δεδίωχα, ἱπποτροφῶν δὲ διατετέλεκα φιλοτίμως τὸν ἅπαντα
χρόνον παρὰ δύναμιν καὶ ὑπὲρ τὴν οὐσίαν τὴν ἐμαυτοῦ. ἐστεφάνωμαι
δ᾽ ὑπό τε τῶν ἱππέων πάντων ἀνδραγαθίας ἕνεκα, καὶ ὑπὸ τῶν
συναρχόντων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.