Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[21]
... ος
καὶ οὐκ εἰλ ... νος καὶ
τω ... τουτονὶ τὸν τρόπον. 1 εἰ σὺ μὲν διὰ τὸ μὴ
εἰδέναι μὴ προεῖπάς μοι2 πάντα τὰ χρέα, ἐγὼ δὲ
ὅσα σου ἤκουσα ταῦτα μόνον οἰόμενος εἶναι τὰς συνθήκας ἐθέμην,
πότερος δίκαιός ἐστιν ἐκτεῖσαι, ὁ ὕστερος πριάμενος ἢ ὁ πάλαι
κεκτημένος ὅτ᾽ ἐδανείζετο; ἐγὼ μὲν γὰρ οἴομαι σέ. εἰ δ᾽ ἄρ᾽
ἀντιλέγομεν περὶ τούτου, διαιτητὴς ἡμῖν γενέσθω ὁ νόμος, ὃν οὐχ οἱ
ἐρῶντες οὐδ᾽ οἱ ἐπιβουλεύοντες τοῖς ἀλλοτρίοις ἔθεσαν, ἀλλ᾽ ὁ
δημοτικώτατος Σόλων:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.